ROMANORUM ET MARONEARUM FOEDUS
   
Treaty of alliance between Maroneia, Ainos and Rome
     
( 167 BC )


     
( L. D. Loukopoulou et al., Epigraphes tes Thrakes tou Aigaiou..., Athens, 2005, n. 168 ).
  

 
[ἱ]ερέω̣[ς Διονύσου τοῦ δεῖνος τοῦ δεῖνος], | πρεσβε[υσάντων τοῦ δεῖνος τοῦ δεῖνος], | Ἐπιγόνου το̣[ῦ δεῖνος, τοῦ δεῖνος τοῦ δεῖνος], | Μητροφάνου τ̣ο̣[ῦ δεῖνος, τοῦ δεῖνος] | τοῦ Ἀθήνεω, Ἀγαθομ̣[ένους τοῦ   δεῖνος], | Πυθίωνος   τοῦ   Ἡραγόρου̣·   π̣[ρὸς   τὸν   δῆμον   τὸν] | Ῥωμαίων   καὶ   τὸν δῆμον τὸν Μ̣[αρωνιτῶν καὶ τὸν] | Αἰνίων, τοὺς κεκριμένους ὑπὸ Λευκίο[υ Αἰμιλίου {Παύλου}] | ἐλευθέρους καὶ πολιτευομένους μετ̣’ [αὐ]-|τῶν· φιλία καὶ συμμαχία καλὴ ἔστω καὶ κατὰ | γῆν καὶ κατὰ θάλασσαν εἰς τὸν ἅπαντα χρόνον | πόλεμος δὲ μὴ ἔστω· ὁ δῆμος ὁ τῶν Μαρων[ι]-|τῶν τοὺς πολεμίους καὶ ἀντιπολεμίους τοῦ | δήμου τοῦ Ῥωμαίων διὰ τῆς ἰδίας χώρας καὶ ἧς | [ἂν] αὐτοὶ κρατῶσιν μὴ διιέτωσαν δημοσίαι βο[υ]-|λῆι δόλωι πονηρῶι, ὥστε τῶι δήμωι τῶι Ῥω-|μαίων καὶ τοῖς ὑπ’ αὐτοὺς τασσομένοις πόλεμον | ἐκφέρωσιν, μήτε αὐτοὺς σίτωι μήτε ὅπλοις μή-|τε ναυσὶν μήτε χρήμασιν χορηγείτωσαν δημοσί[αι] | βουλῆι δόλωι πονηρῶι, ὥστε τῶι δήμωι τῶι Ῥω-|μαίων πόλεμον ἐκφέρωσιν· ὁ δῆμος ὁ τῶν Ῥωμαί-|ων τοὺς πολεμίους καὶ ἀντιπολεμίους τοῦ δήμου | τοῦ Μαρωνιτῶν διὰ τῆς ἰδίας χώρας καὶ ἧς ἂν αὐτοὶ | κρατῶσιν μὴ διιέτωσαν δημοσίαι βουλῆι δόλωι πο-|νηρῶι, ὥστε τῶι δήμωι τῶι Μαρωνιτῶν καὶ τοῖς ὑ-|π’ αὐτοὺς τασσομένοις πόλεμον ἐκφέρωσιν· μήτε | αὐτοὺς σίτωι μήτε ὅπλοις μήτε ναυσὶν μήτε χρήμα-|σιν χορηγείτωσαν δημοσίαι βουλῆι δόλωι πονηρῶι | τοῦ δήμου τοῦ Ῥωμαίων, ὥστε τῶι δήμωι τῶι Μαρωνι-|τῶν πόλεμον ἐκφέρωσιν· ἐάν τις πρότερος ἐκφέρηι τῶι | δήμωι τῶν Ῥωμαίων ἢ τοῖς ὑπὸ Ῥωμαίους τασσομένοις̣ | τότε ὁ δῆμος ὁ τῶν Μαρωνιτῶν τῶι δήμωι τῶν Ῥωμαί-|ων κατὰ τὸ εὔκαιρον βοηθείτω· ἐάν τις πρότερος πόλε-|μον ἐκφέρηι τῶι δήμωι τῶν Μαρωνιτῶν ἢ τοῖς ὑπὸ Μαρω-|νίτας τασσομένοις, τότε ὁ δῆμος ὁ τῶν Ῥωμαίων τῶι δή-|μωι τῶι Μαρωνιτῶν κατὰ τὸ εὔκαιρον βοηθείτω· ἐάν τι | πρὸς ταύτην τὴν συμμαχίαν  προσθεῖναι  ἢ  ἐξελεῖν  ὁ δῆ-|μος ὁ τῶν Ῥωμαίων καὶ ὁ δῆμος ὁ τῶν Μαρωνιτῶν βούλων-|ται, κοινῇ βουλῆι ἑκατέρων βουλομένων ἐξέστω καὶ ὃ ἂν προ-|σθῶσιν, τοῦτο ἐν τῆι συμ<μ>αχίαι ἐνέστω, ὃ δὲ ἐὰν ἐξέλωσιν, | τοῦτο ἐν τῆι συμμαχίαι μὴ ἐνέστω. ταύτην τὴν συμμαχίαν γραφῆ-|ναι εἰς χάλκωμα καὶ ἀνατεθῆναι ἐμ μὲν Ῥώμῃ ἐν τῷ Καπετωλίῳ | ἐν δὲ Μαρωνείαι ἐν τῶι Διονυσίωι.
 

 
►  Bibliography
 
 
Triantaphyllos, Thrakike Epeteris, 4, 1983, pp. 419-446 ; Pleket & Stroud, Supplementum Epigraphicum Graecum, XXXV, Amsterdam, 1985, n. 823 ; Sherk, ZPE, 93, 1992, p. 229 ; Avram in Funck, Hellenismus : Beiträge zur Erforschung von Akkulturation und politischer Ordnung in den Staaten des hellenistischen Zeitalters, Tübingen, 1996, p. 495 ; Gera, Judaea and Mediterranean politics, 219 to 161 B.C.E., Leiden-New York-Köln, 1998, p. 306 ; Eckstein, CP, 94, 1999, pp. 395-418 ; Loukopoulou, Parissaki, Psoma & Zournatzi, Epigraphes tes Thrakes tou Aigaiou : metaxy ton potamon Nestou kai Hevrou (nomoi Xanthes, Rhodopes kai Hevrou), Athens, 2005, n. 168.
 
 
►  Source : Stele of local stone discovered at Maroneia, Greece.