|
MAGNETUM
INTER ITANIOS ET HIERAPYTNIOS ARBITRIUM Dispute territory between the Cretan cities of Itanus and Hierapytnia ( 112-111 BC ) |
( M. Holleaux, Hermes, 39, 1904, pp. 78-83 ). |
[θεὸς
ἀγαθός.] | [ἐπὶ Ὀλυμπικοῦ Σμισιῶνος εʹ ἱσταμένου· ἀπόφασις Εὐφήμου τοῦ
Παυσανίου] | [νεωκόρου τῆς Ἀρτέμιδος τῆς Λευκοφρυηνῆς, Κίλλου τοῦ Δημητρίου,
Ἀρισταγόρου τοῦ Δημο.c.5.,] | [Ἀπολλωνίου τοῦ Ἀλέξωνος, Λυκομήδου
τοῦ Εὐπολέμου, Δημητρίου τοῦ Δημητρίου τοῦ Ἡροπύθου,] | [Δημητρίου
τοῦ Δημητρίου τοῦ Ἀναξαγόρου, Αἰδούχου
τοῦ Ἀπολλοδώρου, Μιννίωνος τοῦ Διονυ]-|[σίου τοῦ Μιννίωνος,
Ἐπικούρου τοῦ Ἀρτεμιδώρου τοῦ Μοσχίωνος, Παυσσικράτου τοῦ Ἡροπύθου,
Ἀπολ]-|[λωνίου τοῦ Ἀπολλωνίου, Εὐβούλου τοῦ Ἀλεξίωνος, Βοήθου τοῦ Ἀνδρομάχου,
Ἀρτεμιδώρου τοῦ Δη]-|[μητρίου, Ἀπολλωνίου τοῦ Διονυσοδώρου, Ἐπικράτου
τοῦ Διοκλέους τοῦ Διονυσοκλέους, Εὐβούλου] | [τοῦ Μάνδρωνος, κεχειροτονημένων
καὶ αὐτῶν ὑπὸ τοῦ δήμου δικάσαι Κρησὶν Ἰτανίοις τε καὶ Ἱεραπυ]-|[τνίοις
κατὰ τὸ γεγονὸς ὑπὸ τῆς συγκλήτου δόγμα καὶ κατὰ τὴν ἀποσταλεῖσαν ἐπιστολὴν
ὑπὸ Λευ]-|[κίου Καλοπορνίου Λευκίου υἱοῦ Πείσωνος στρατηγοῦ ὑπάτου·
εὐκτὸν μὲν ἦν ....c.13.....] | [ι.....c.15......
ἡμῶν εἰς μηδεμίαν φιλονικίαν καὶ πλεοναζο....c.12....] | [δ.....c.15......ιεσθαι,
μετ’ εἰρήνης δὲ καὶ τῆς πάσης ὁμονοίας καὶ οἰκειότητος] | [τὴν πρὸς
ἀλλήλους διαφυλάσσειν εὔνοιαν· ἐπειδὴ δὲ οἱ καιροὶ πολλ[άκις ....c.12....ς]
| [σ.....c.15...... τοὺς συνγενεστάτους εἰς διάστασιν τὴν πρὸς
ἀλλήλους ἐξάγουσιν,] | [α.....c.15...... πᾶσιν τοῖς οὖσιν ἐν
φιλίαι διαλύειν ὅσον ἐφ’ ἑαυτοῖς τὰς ἐκ παλαιῶν χρό]-|[νων αὐτοῖς .4..εληλυθυίας
ἔκθρας· ὅθεν καὶ τὰ νῦν εἰς τὴν μὲν ...c.11....ε] | [λ.c.5.
Ἰτανίων καὶ Ἱεραπυτνίων· τῆς δὲ συνκλήτου, στοιχουμένης τῆι παρ’ ἑαυτῆι]
| [πρὸς ἅπαντας ἀνθρώπους ὑπαρχούσηι δικαιοσύνηι, δούσης κριτὴν αὐτοῖς
τὸν ἡμέτερον] | [δῆμον, γράψαντος δὲ περὶ τούτων καὶ τοῦ στρατηγοῦ Λευκίου
Καλοπορνίου Λευκίου υἱοῦ] | [Πείσωνος καθότι τὰ ἀποδοθέντα ἡμῖν ὑπ’
ἑκατέρων γράμματα περιέχει, ὁ δῆμος ἡμῶν] | [τοῖς τε ὑπὸ Ῥωμαίων, τῶν
κοινῶν εὐεργετῶν, διὰ παντὸς γραφομένοις πείθεσθαι προαιρούμε]-|[νος,
μεμνημένος τε τῶν διὰ προγόνων ἀπὸ τῆς ἀρχῆς γεγενημένων ὑφ’ ἑαυτοῦ
πρὸς πάντας Κρητα]-|[εῖς καλῶν καὶ ἐνδόξων, ἃ καὶ θεοῦ χρησμοῖς καὶ
τῆι παρὰ πᾶσιν ἀνθρώποις εἰδήσει κατείληπται, καὶ νῦν] | [μετὰ σπουδῆς
καὶ φιλοτιμίας ἐποιήσατο τὴν αἵρεσιν τοῦ δικαστηρίου ἐν τῆι ὑφ’ ἑκατέρων
γενηθείσηι] | [ὁμολόγωι ἡμέραι. ἀποδειχθέντες οὖν καὶ αὐτοὶ κριταὶ παραχρῆμα
ἀναβάντες ἐπὶ τὸν βωμὸν τῆς Ἀρτέμι]-|[δος τῆς Λευκοφρυηνῆς, σφαγιασθέντος
ἱερείου, ὠμόσαμεν καθ’ ἱερῶν, παρόντων τῶν τε διαδικα]-|[ζομένων
ἀφ’ ἑκατέρας πόλεως καὶ] | [τῶν] συνπαρόντων̣ αὐτ̣[οῖ]ς, καὶ κ[α]θίσαντες
ἐν τ[ῷ ἱερ]ῷ τῆς Ἀρτέμι[δος τῆς Λευκοφρυηνῆς διηκούσαμεν] | [τῶν δι]αφερομένων
οὐ μόνον τὸν τῆς ἡμέρας δόντες αὐτοῖς [χρ]όνον, [ἀ]λ̣λ[ὰ καὶ τὸ πλεῖ]ον
[τῆς νυκτός,] | [πᾶσα]ν ἀναδεχόμενοι κακοπαθίαν χάριν τοῦ μ[η]θενὸς
ὑσ[τ]ερῆσαι [δικ]αίου μηθένα τῶν κρ[ινομένων.] | [τέλο]ς δὲ λαβούσης
τῆς δικαιολογίας ἐνγράφους θέμενοι τὰς γνώμας, τῷ μὲν ἀκριβεῖ τῆς ψή[φου
βραβευ]-|[θῆ]ν̣αι τὴν κρίσιν οὐκ ἠβουλόμεθα, συναγαγεῖν δὲ σπεύδοντες
α̣<ὐ>τοὺς καὶ α̣ὐτοὶ καὶ πά̣λιν ε[ἰ]ς [τὴν ἐξ ἀρ]-|χῆς ἀποκαταστῆσαι
φιλίαν, ὡς ἦν ἡ̣μῖν πάτριον καὶ προσῆκον ἡγούμεθα, ἑκατέρου[ς τ]ὰ̣ πράγμα̣τα
[ἐφ’ ἱκανὸν] | [προσκ]είμενοι εἰς τὸ συλλύσεως καὶ φιλίας αὐτοῖς παραίτιοι
γενηθῆναι, τῆς δὲ προθέσεως ἡμ[ῶν μὴ τε]-|[λειου]μ̣έ̣νης διὰ τὸ ὑπε̣ρβαλλόντως
αὐτοὺς τὴν πρὸς ἀλλήλους φιλονικίαν ἐνεστάσθαι συν[έβη τῆι ψήφωι] |
[τὴν κρί]σιν βραβε̣υθῆναι, περὶ ἧς καὶ τὴν καθή̣κουσαν ἔχθ̣εσιν πεποιήμεθα.
Ἰτάνιοι πόλιν οἰκο[ῦντες] | [ἐπιθαλ]άσσιον καὶ χώραν ἔχοντες προγονικὴν
γειτ[ο]ν̣ῶσαν τῷ τοῦ <Δ>ιὸς τοῦ <Δ>[ι]κταίου ἱερῷ, ἔχοντες
[δὲ καὶ] | [νήσου]ς καὶ νεμόμενοι ἐν αἷς καὶ τὴν καλουμένην Λεύκ[η]ν,
θ̣λιβόμε̣νοι κατά τινα̣ς καιροὺς ὑπὸ τῶ[ν παρορ]-|[ούντων Π]ρ̣α̣ισίων
ἐ̣πεσπάσα̣ντο χά̣ριν βοηθ̣είας καὶ φυλ[α]κῆς τῆς τε [π]όλε̣[ω]ς καὶ
τῆς χ<ώ>ρ<α>ς, ἔτι δὲ [καὶ] | [τῶν νήσω]ν̣, τ[ὸ]ν Αἰγύπτου
βασιλεύσαντα Πτολεμα̣ῖον, ὡς τ̣[ὰ] παρατεθέντα ἡμῖν πε[ρὶ τούτω]ν γράμμ[ατα
περι]-|[εῖχεν, κα]ὶ τούτῳ τῷ τρόπῳ διακα̣τεῖχον τοὺς προειρημ[έ]νους
τόπους. τελευτ[ήσαν]τος δ[ὲ] τοῦ [Φιλο]-|[μήτορο]ς βασιλέως Πτολεμα̣ίου
καὶ τῶν ἀπο[σ]ταλέ̣ντων ὑπ’ α̣ὐτοῦ χάρι̣ν τοῦ συντη̣[ρ]εῖν Ἰτανίοις
τή[ν τε χώ]-|[ραν καὶ τὰς] νήσους ἀπαλλαγέ̣ντων, οὕτως Ἰτάνιοι καὶ τῇ
ἀπὸ τῶν φίλων εὐν[οί]αι συνχρώμενοι διεφ[ύλασσον τὰ τὰ καθ’] | [ἑαυτού]ς.
ἐνστάντος δὲ κατὰ τὴν Κρήτην πολέ̣μου καὶ μείζο[ν]ος, ἀνειρημένης ἤδη
καὶ τῆς Πρα̣ισίων πόλ[εως τῆς] | [κειμένη]ς ἀνὰ μέσον Ἰτανίων τε καὶ
Ἱεραπυτνίων, οὕτως Ἱεραπύτνιοι τῆς τε νήσου κα̣ὶ τῆς χώρας ἀμφ̣ισ[βητεῖν
Ἰτανίοις] | [ἐπε]β[άλ]αντο φάμενοι τὴν μὲν χώραν εἶναι ἱερὰν τοῦ Ζηνὸς
[τ]οῦ Δικταίου, τὰ̣ν δὲ νῆσον προγονι[κὴν ἑαυτῶν ὑπ]-|[άρχε]ιν· τῶν
δὲ παρὰ Ῥωμαίων πρεσβευτῶν τῶν περὶ Σέρουιον [Σ]ολπίκιον παραγενομένων
εἰς Κρήτην [καὶ τοῦ πο]-|[λέ]μου λύσιν λαβόντος κατήντησαν καὶ Ἰτάνιοι
ἐπὶ τὴν σύνκλ[η]τον, δοθείσης δὲ τῆς ἡμετέρας πόλε[ω]ς̣ [πρότερόν] |
[τ]ε κα̣ὶ νῦν, καὶ τοῦ δόγματος περιέχοντος "ὃν τρόπον ἑκάτε̣ροι
ταύτην τὴν χώραν καὶ τὴν νῆσον [περὶ οὗ ἡ] | [πρᾶξι]ς ἐ̣νέστηκεν κατεσχηκότες
εἴησαν τῇ πρὸ τοῦ ἡμέ[ρ]ᾳ ἢ ὁ πόλεμος ἐν αὐτοῖς ἤρξατο, [οὗ] πολ[έμου]
| [ἕνεκε]ν̣ [Σ]έρουιος Σολπίκιος κἀκε̣ίνη ἡ πρεσβεία ε̣ἰς Κρήτην ἀπεστάλησαν,
ὅπως οὕτως κρ[ίνωσιν αὐτοὺς] | [ἔχειν κ]α̣τέ̣χειν τε καρπίζεσθαί τε
ἐξεῖναι" ἔγνωμε̣ν· ἐκ τῆς ὑφ’ ἑκατέρων γενηθείσης δ[ικαιολογίας
τὴν χώ]-|[ραν τὴ]ν ὑπὸ τὴν διαμφισβήτησιν ἠγμένην δια̣κατεσχη[μέ]νη̣ν
τε̣ ὑπὸ Ἰτ̣ανίων καθ̣ότ[ι προεκτεθείμεθα] | [ἕως τ]οῦ τὸν προδιασεσαφημένον
πόλεμον γε̣νηθῆνα[ι, οὖ]σαν δὲ καὶ ἀπὸ τῆς ἀρχῆς [Ἰ]τ̣αν̣[ίων, καθότι
καὶ] | [οἱ ἐπιδειχ]θ̣έντες ἡμῖν ὑπ’ ἑ̣κατέ̣ρων περιορισμοὶ τῆς χώρ[α]ς
ἐ̣μήνυον, ὅ τε̣ πρὸς τοὺς πρότ[ερον παροροῦν]-|[τας αὐτ]οῖ̣ς Δραγμίους
γενηθ̣ε̣ὶς{ης} περιέχων οὕτ̣[ω]ς· "[ὦ]ρ[οι] δ[ὲ] ὄντων αὐτοῖς τᾶς
χώρας τ̣οί[δε· ὡς ὁ] | Σέδαμνος ἐ̣ς Κα̣ρύμας καὶ πέραν ἐ̣ς τὰν στεφάναν
καὶ ἁ̣ σ[τε]φά̣να περιάνπαξ̣ ἐς ὀρθ̣ὸν ἐς Δο̣[ρθάννας ἐπὶ] | [τὸν] λά̣κκον
καὶ ἐ̣ς τὰν ὁδὸν καὶ πέραν ἐς τὸν Μόλλον", [κα]ὶ πάλιν ὁ γενηθεὶς
Ἰτανίοις [καὶ Πραισίοις] | [καθό]τι
ὑπογ̣έγραπται· "ἔδοξεν τοῖς
Ἰτανίοις καὶ τοῖς Πρα̣[ισί]οις θέσθ̣αι εἰρήναν
ἐς πάντ[α τὸ]ν [χρόνον] | [ἐπὶ] τᾶι χώραι ἃ<ν> νῦν ἑ̣κάτεροι ἔχοντι,
ἇς ὅρια τάδε· ὡς ὁ Σέ[δ]αμνος ἐς Καρύμας ἐν τὰ[ν δηράδα καὶ πέ]-|[ραν
ἐς] τὰ̣ν στε̣φάναν καὶ πε̣ριανπέτις ὡς ἁ στε̣φάνα καὶ εὐθ̣[υ]ωρ̣ίᾳ ἐς
Δ[ο]ρθ̣άννας ἐπὶ τὸν λάκκ[ον καὶ ὡς ἁ] | [ὁδὸς] ποτὶ μεσανβρίαν τᾶς
ὁδῶ τᾶς ἀγώσας δι’ Ἀτρῶνα κ[αὶ] ἐ̣ς Μόλ[λ]ον καὶ ἀπὸ τῶ Μόλλω [εὐθυωρίᾳ
ἐπὶ] | [θάλ]α̣σσαν," ὅ τε αὐτοῖς Ἱεραπυτνίοις καὶ Πραισίοις γενη̣[θε]ὶς
περιορισμὸς γεγραμμένος οὕ[τως· "οἱ δὲ ὅ]-|[ροι] τᾶς χώρας ὡς ὁ
Σέδαμνος ἐς Καρύμας ἐς τὰν δη[ρά]δα καὶ πέραν ἐς τὰν στεφάν[α]ν [καὶ
περιαν]-|[πέτι]ς ὡς ἁ στεφάνα καὶ εὐθ̣υωρίᾳ ἐς Δορθάννας ἐπὶ τὸ[ν λά]κκον."
τῶν δὲ προειρημένω[ν ὁρίων σαφῶς] | [διειρ]γόντων τήν τε Ἰτανίων χώρ̣αν
καὶ τὴν πρότερον μὲν οὖσαν Δραγμίων καὶ τὴν [Πραισίων, κατ]-|[εχο]μένην
δὲ νῦν ὑπὸ Ἱε̣ραπυτ̣νίων, τοῦ δὲ ἱεροῦ τ[οῦ Δι]ὸς ἐκτὸς τῆς διαμφισβ[ητουμένης
χώ]-|[ρας ὄ]ντος καὶ περιοικοδομήμασιν καὶ ἑτέροις π[λείο]σιν ἀποδεικτικοῖς
καὶ σημ[είοις περιλαμβανο]-|[μέν]ου,
καθ̣ότι καὶ διὰ τῶν ἐ̣πιδε̣ικνυμένων ἡμῖν̣ χ[ωρο]γραφιῶν
εὐσύνοπτον ἦ[ν· πρὸς τούτοις ἀπε]-|[δείκ]νυον Ἰτάνιοι καὶ δι’ ἑ̣τέρων
πλειόνων γραμμά[των] ὑπάρχουσα̣ν τὴν διαμφ[ισβητουμένην χώραν] | [ἔνε]ργον
καὶ οὐχ ὡς ἔφασαν Ἱεραπύτνιοι ἱερὰν κ[αὶ ἀγε]ώργητον. φανερὸν δὲ <τ>[ο]ῦτο̣
[ἐγίνετο καὶ] | [ἐκ τοῦ] δόγματος καθ’ ὃ ἐκρίναμε̣ν τοῦ γραφέ̣ντος κ[αὶ
ὑπὸ τ]ῶν ἐληλυθ̣ότων εἰς Κρήτην π[ρεσβευτῶν τῶν] | [περὶ Κό]ϊντον Φάβιον
οἵτινες ἑωρακότες τό τε
ἱερὸν κ[αὶ τ]ὸν περίβολον
αὐτοῦ ἰδίοις σ[ημείοις καὶ περι]-|[οικοδ]ομήμασιν περιεχόμενον,
ἑωρακότες δὲ κ[αὶ τὴ]ν | χώραν τὴν ὅμορον τῷ ἱερῶι, [ὑπὲρ μὲν ἱερᾶς]
| [χώρας] οὐκ ἔ̣γραψαν οὐθ̣έν, καίτοι γε Ἱερα̣πυτνίων ῥη̣τῶς ὑπὲρ ἱ̣ε̣ρᾶ̣ς̣
χώρας ἠξιωκό[των τὴν σύγκλη]-|[τον, Ἰ]τανίων δὲ περὶ χώρας τῆς ἑαυτῶν
τῆς καλουμέ̣νης Ἑλ̣ε[ίας κα]ὶ νήσου ἰδί[ας Λεύκης, γνόν]-|[τες] δὲ ὅτι
ἡ παροροῦσα χώρα τῷ ἱε̣ρῷ οὐκ ἦν ἱε̣ρὰ οὐδὲ ἀγε[ώρ]γ̣η̣τος, ὑπ[ὲρ χώρας
μ]όνον ἐφα[ίνοντο μνείαν] | [πεποι]ημένοι, γράψαντες "ἵνα ἔχωσιν
κατέ̣χωσίν τε καρπί[ζ]ω̣νταί τ[ε", τοῦ καρ]πίζεσθαι
γραφ[ομένου κατὰ χώ]-|[ρα]ς̣ γεγεω̣ργημένης
τε καὶ γεωργηθη̣σομένης, ὅπερ [ἐ]πὶ τῆς ἱερᾶς χ[ώ]ρας οὐκ ἦν ἐ[νδεχόμενον·
νό]-|[μοις γ]ὰρ ἱεροῖς καὶ ἀραῖς καὶ ἐπιτίμοις ἄνωθ̣ε̣ν διεκεκ̣ώλ[υ]το
ἵνα μηθ̣εὶς ἐν τῷ ἱερῷ τοῦ [Διὸς τοῦ Δικταί]-|[ου μ]ήτε ἐννέμῃ̣ μήτε
ἐναυλοστατῇ μήτε̣ σπείρῃ μή[τε] ἐπ[ι]ξ̣υ[λ]εύῃ, καίτοι γε [Ῥωμαίων,
ὅταν περὶ ἱε]-|[ρᾶς τι]νος χώρας διαφέρωνται, γραφόντων
ῥη̣τῶς, καθότ[ι καὶ τ]ὰ [π]αρα[τεθέντ]α̣
ἡμῖ[ν ἐφ’ ἑτέρων δόγμα]-|[τα π]εριεῖχεν. τὸ δὲ πάντων μέγ̣ιστον καὶ
ἰσχυρότατον [τ]εκμήρι[ον τοῦ ἐ]γ[νωσμένων τῶν καθό]-|[λου πρα]γμάτων
ὑπὸ Ῥωμαίων ἐφ’ ὁμολογουμένοις ἡμᾶς καὶ κεκρι[μ]έ̣ν̣οις τ[ὴ]ν [ψῆφον
ἐπενηνοχέναι· Ἰτανί]-|[ων γὰρ ἀξ]ιωσάντων τὴν σύνκλητον ἵνα τὸ ἐνῳκοδομημέν[ον]
ὑ[πὸ Ἱεραπυτνίων χωρίον ἐν τῆι κρινο]-|[μένῃ χ]ώ̣ρᾳ καθ̣αιρεθ̣ῇ, ἡ σύνκλητος
ἐ̣πέταξεν Λευκίῳ Καλοπ̣[ορνίῳ Λευκίου υἱῷ Πείσωνι στρατηγῶι ὅπως] |
[καθαιρ]ε̣θῇ εἴ τι ἐνῳκοδόμη̣ται, φανερῶς καὶ διὰ τοῦ τοιο̣ύ̣τ̣ο̣υ̣
[—] | [.c.4.]ετων κρατούντων. ἀκολούθ̣ως δὲ τούτοις οἱ μὲν
αὐτοὺς [—] | [.c.5.]ντες Ἰτανίοις παρῆσαν. οἱ δὲ κατὰ
πό<λε>ις ἐ̣νγράφου̣ς̣ [.c.6..]σ.c.4.π[—]
| [.c.4.] ἀ̣ποδεικνύντες ἄνωθ̣ε̣ν τὰ
διαμφισβητούμενα Ἰτα[νίων] γ̣ε̣γ̣ονό̣τ[α —]
| [.c.4.]των μέ̣χρι τοῦ
δηλουμένου διὰ τοῦ δόγματος γεγονέν[αι —] |
[ποιη]τῶν καὶ ἱστοριαγράφων ἀποδείξεις, ἃς καὶ αὐτοὶ ἡμ[ῖ]ν π[.c.6..]εσ[—]
| [.c.5.]τους δικαιολογίᾳ· τά γε μὴν περὶ τῆς νή̣σου τῆς κα̣λουμ̣έ[νης
Λεύκης —] | [.c.4. τῶ]ν Ἱεραπυτνίων ἐξωμολογημένας εἶχεν
τὰς ἀποδε̣ί̣ξ̣[εις —] | [.c.6..]τε τὴν νῆσον οὖσαν καὶ διὰ
τὰ γεγενημέ̣να περὶ αὐτο̣ῦ [—] | [τὴν Πτ]ολεμαϊκὴν οἰκίαν ε̣ἰς προστασίαν
κα̣ὶ φυλακὴν ἑαυτοῖς κ[.....c.14.....]κα[—] | [ἰσχυρ]ίζεσθαι
τὰς ἀποδε̣ίξεις ἐπιστολαῖς βασιλικαῖς, ἀντιγραφ̣[αῖς δὲ α]ὐτῶν̣ [—]
| [... τὴ]ν νῆσον πολλάκις στρατιωτῶν γραμμάτων τε ἀποστολαῖς [.c.5.]το
δοξ̣[—] | [.c.4. τ]ὴν νῆσον φρουρίου, πρὸς δὲ τούτοις λογείαις
τε σιτικαῖς ἀπολο[γ.c.5.] καὶ ἐνε[—] | [ὑπ]ὲρ τῆς νήσου κα̣τά
τινων ὑπὸ Ἰτανίων γε̣γραμμέ̣ναις ὡς ἀπεδείκν[υον.] δ̣ι̣ά τε π̣λειόν[ων
ἑτέρων χρηματισ]-|[μῶν? κ]αὶ διὰ λευκωμάτων ἅτινα τὰς ἐνιαυσίους εἶχεν
τῶν τε[ταγμέν]ων διοι[κ]ήσεις, [πρὸς δὲ τοῖς] | [προειρ]ημένοις καὶ
δι’ αὐτῶν ὧν αἵ τε λοιπαὶ πόλεις καὶ αὐτοὶ δὲ Ἱε[ραπ]ύτνιοι γεγρά̣φ[ασι
περὶ τῆς | [προδε]δηλωμένης νήσου εὐσύνοπτον ἡμεῖ̣ν ὑπῆρχεν τὸ καὶ τὴν
[προ]δεδηλωμένην νῆσ[ον προγονικὴν] | [εἶναι] Ἰτανίων καὶ διακατεισχῆσθαι
ὑπ’ αὐτῶν καὶ διὰ τῆς τ̣ῶν φίλω̣[ν αὐ]τ̣ῶ̣ν κα[λ]ῆ̣ς̣ π̣ρ̣ον[οίας μέχρι
τῆς —] | [.c.5.]σ̣ίας καὶ μέχρι τοῦ συστάντος ἐν Κρήτῃ πολέμου,
ὧν ἀνα[..c.7..]ρ̣ιν ἐπιμνησθ[—] | [ἔγνωμ]εν γὰρ τὴν τοῦ βασιλέως
Πτολεμαίου προστασίαν καὶ [κεκυρωμέν]ην παρὰ τοῦ κοιν[οῦ τῶν Κρηταιέων]
| [παρ’ ὧ]ν ἔλαβον εὐδόκησιν,
καθότι τὸ παρατεθὲν ἡμῖν διάγρα̣μ̣[μα περι]εῖχεν, Ἰταν[ί]ο[ις Γορτύνιοι
ἀπο]-|[στεί]λαν̣τες ἐ̣πιστολὴν διεσάφησαν ὅτι ἐπὶ τὴν νῆσον αὐτῶν τ̣ὴν̣
[καλου]μ[έ]νην Λεύκ[ην Πραίσιοι μέλλουσιν] | [ἐπέρχεσ]θαι, φανερὸν ποιοῦντε̣ς
καὶ διὰ τοῦ τοιούτου τρ̣όπου [..c.7..]εχ̣ο̣ν
ἄλλας τὰ[ς —] | [.. Γο]ρ̣τυ̣νίων δ̣ὲ
συνπαρόντων ἐπὶ τῆς κρίσεως Ἱεραπυτ[ν]ίοις,
[παρετίθεν]το ἡμῖν Ἰτά[νιοι ἀποστα]-|[λεῖσαν] πρὸς ἑαυ[τ]οὺς πρότερον
ὑπὸ Γορτυνίων ἐπιστολήν, δι’ ἧ[ς] ἔ[κδη]λ̣[ο]ν ἅ[πασιν ἐγίνετο ὅτι]
| [ἐπιμελῶς] προνοούμενοι Γορτύνιοι τοῦ κατὰ Ἰτανίους συμφέρον[τος ἐ[μήν]υ̣ο̣ν
αὐτο[ῖς περὶ Πρα]ισ[ίων, ὅτι] | [περὶ τὴ]ν νῆσον αὐτῶν τὴν Λεύκην γίνονται
ὡς κυριεύσοντ[ε]ς. [.c.6..]τε ἡ ἐπιστολ[ὴ καὶ ἀνεγράφη, γε]-|[νομένης]
ὑπ’ οὐδενὸς ἀντιλογίας, ἐκρίναμεν
δὲ καὶ αὐτῆς ἀ[ντίγραφον] καταχωρίσαι [τὸ ὑπογεγραμμένον·]
| ["Γ]ο̣ρ̣τυνίων οἱ κόρμοι καὶ ἁ πόλις Ἰτανίων τοῖς κόρμοις καὶ
[τ]ᾶι πόλ[ι] χαίρεν· πεπεισμ[ένοι ὑπ’ ἀνδρός τινος] | [ὂς δεδ]ήλωκεν
ὅτι οἱ Πραίσιοι οἰκονομόνται περὶ τᾶς Λεύκας ὡς [ἐπιστ]ρατίας γενομ[ένας,
κρατῆσαι αὐ]-|[τᾶς, τάδε] ἐκρίναμεν
ὑμῖν ἐπιμελίως ἀποστεῖλαι· ὑμὲν ἂ̣ν̣ καλῶς ποή[σαιτε
τ.]ς ἐν τῷ χωρίῳ [—] | [..]επ[..]σην θέμενοι, παρορῶν<τές> τε
εἰ χρείαν ἔχετε ἐν τὸ χωρίον ἐ̣[πιταδείω]ν· γεγρά̣φ[αμεν
οὖν ὑμῖν, οὐκ ὄν]-|[των] τούτων φίλων, τῷ τε
βασιλεῖ καὶ αὐτοῖς ὑμῖν [δι]ὰ [πα]ντὸς ἐ[πιμε]λούμενοι? κ[α]ὶ β̣ω̣[λόμενοι
ἀεὶ —] | [.]ε[.]αι τῷ τε βασιλεῖ καὶ τοῖς τῶ βασιλέως φίλοις."
Ἱεραπύτ̣[νιοι] δ̣[ὲ ἔτι τῆ]ς ἀμφισβη]τή̣σ[εως ἀντε]-|[χόμεν]οι καὶ φάσκοντες
τὴν νῆσον ἑαυτῶν εἶναι προγονικὴν ακλ̣η[.c.6..]ιτης τῶν [—]
| [..]ς τε ἀρχούσης καὶ τῆς τῶν Στηλιτῶν φήσαντες̣ πλοῖον εὐ[..c.8...]υ
τὸμ̣ πολεμ̣[—] | [.]υκ̣ρ̣αι καταχθῆναι καὶ παρακαλοῦντες τὸς Ἰτανίους
περὶ τούτων [...μν]είαν τιν[ὰ —] | [..] αὐτοὶ Ἰτανίοις τὴν ὑπογεγραμμένην
ἐπιστολήν· "Ἱεραπυτνίων οἱ [κόρμοι κ]α̣ὶ ἁ πόλις Ἱταν[ίων τοῖς]
| [κόρ]μοις καὶ τᾶι πόλει χαίρεν· βέλτιον ὑπελάβομεν γράψαι ὑμῖν ὅπως
εἰ διὰ [τὸ σ]υμβεβηκὸς [—] | [...] καὶ Πραισίων κατᾶκται τὸ πλοῖον τὸ
Κυδάνο<ρ>ος ἐκ τᾶς ὑμᾶς νάσω Λεύ[κας ...]ν ἀδικοῦν.[—] | [...]σαιτε
ἐπιστροφάν τινα ποησάμενοι περὶ τούτων ὅπως μηθὲν [.c.5.] ἀδικήσητε
[—] | [...] ὁμοίως κὲ καὶ ἁμές, ε̣ἴ τί κα συμβαίνῃ τινὶ ὑμῶν τοιοῦτο
ἐν τᾷ ἁμ[ᾷ μηθενὶ] ἐπιτρέψομεν. [ἔρ]-|[ρωσ]θε̣." τίς οὖν ἂν ἔτι
προσ̣δέξαιτο τὴν ὑπὸ Ἱεραπυτνίων κατὰ Στηλιτῶν [.c.6..]
καιρὸν —] | [... τῶ]ν προγονικὴν τὴν
νῆσον ἑαυτῶν λεγόντων· ὅτε δὲ Πραισίων κατα[..c.8...]πο[.]μ̣εν̣[—]
| [... π]ροειρημένων ἀποδείξεων
ἰσχυροτέραν πίστιν τῆς
τούτων α[..c.7..]εχη..ενδι[—] | [... ἄν]θρωποι
τὰς κατὰ τῶν τόπων ἔχουσι
κυριείας ἢ παρὰ προγόνων π[αραλαβόν]τες αὐτοὶ [ἢ πριάμενοι] | [κατ’]
ἀργυρίου δόσιν ἢ δόρατι κρατήσαντες ἢ παρά τινος τῶν κρεισσόν[ων σχόντες·
ὧν] οὐθὲν φανερόν] | [ἐστι συμβεβ]ηκὸς Ἱεραπυτνίοις· οὔτε γὰρ παρὰ προγόνων
παρειληφότες οὔ[τε [....c.12....] ητ[—] | [...7...]
ἃς οὔτε διὰ τοῦ ἀξιώματος ὑπογ[ρ]άψαντες οὔτε ὡς αὐτοὶ ἐκ τῆς [νήσου .c.4.]ον̣σανη[—]
| [.. κατ’ οὐ]δένα τῶ[ν] τρόπων, οὐδὲ μὴν κατὰ πο̣λ̣εμικ̣ὴν περίστασιν
εσ[..c.7..]τ̣ωταμ[—] | [..c.7..]η μ<η>δὲ γὰρ
πεπολεμηκέναι τ̣[οῖς] Ἰτανίοις ἔφασαν οὔτε μὴν μ̣[...c.10...]
ἡμεῖς̣ [—] | [..c.7..] τούτων εὑρίσκοντο οὐδὲ ὑπ’ αὐ[τῶν Ἰ]τανίων
ἦν τι αὐτοῖς δεδο[....c.12....]νου δι[—] | [...c.9...]
ὑπὸ πάντα τὸν τόπον· εἰ δὲ τῶν ἐναντίωμ μήτε γέγο[νεν] μήτε [...c.11....]εκο[—]
| [.c.5.]τα[.....c.15......]ην[....c.12....]
Ἱερα[πυτν—] | [—]ενη[—] |
|