MAGNETUM INTER ITANIOS ET HIERAPYTNIOS ARBITRIUM
   
Dispute territory between the Cretan cities of Itanus and Hierapytnia
     
( 112-111 BC )


     
M. Guarducci, Inscriptiones Creticae, III, 4, Roma, 1942, n. 9 ).
  

 
θ̣ε̣ὸ[ς] ἀ[γ]α̣θ̣ό̣[ς]. | [ἐ]πὶ Ὀλυμπικοῦ vac. Σ[μισιῶν]ος vac. εʹ vac. ἱσταμένου vac. ἀπ̣ό̣φασις Εὐφήμου τοῦ [Παυσανίου], | ν̣εωκόρου τῆς Ἀρτέμιδ[ο]ς τῆς Λευκοφρυηνῆς vac., Κίλλου τοῦ Δημητρίου, <Ἀ>ρισταγόρου τοῦ Δημο[——], | Ἀπολλωνίου τοῦ Ἀλέξωνος, Λυκομήδου τοῦ Εὐπολέμου, Δημητρίου τοῦ Δημητρίου τοῦ Ἡροπύθου, | Δημητρίου τοῦ Δημητρίου τοῦ Ἀναξαγόρου, Αἰδούχου τοῦ Ἀπολλοδώρου, Μιννίωνος τοῦ Διονυ-|σίου τοῦ Μιννίωνος, Ἐπικούρου τοῦ Ἀρτεμιδώρου τοῦ Μοσχίωνος, Παυσσικράτου τοῦ Ἡροπύθου, Ἀπολ-|λωνί[ο]υ [τ]οῦ Ἀπολλωνίου, Εὐβούλου τοῦ Ἀλεξίωνος, Βοήθου τοῦ Ἀνδρομάχου, Ἀρτεμιδώρου τοῦ Δη-|μητ̣ρίου, Ἀπολλωνίου τοῦ Διονυσοδώρου, Ἐπικράτου τοῦ Διοκλέους τοῦ Διονυσοκλέους̣, Ε̣ὐβούλου | τοῦ Μάνδρωνος, κεχειροτονημένων καὶ αὐτῶν ὑπὸ τοῦ δήμου δικάσαι Κρησὶν Ἰτ[ανίοις τε κα]ὶ Ἱ[ερ]απυ-|τνί̣[οις κατὰ τὸ γεγο]νὸς ὑπὸ τῆς συγκλήτου δόγμα καὶ κατ<ὰ> τὴν ἀποσταλεῖσα[ν ἐπιστολὴν ὑπὸ] Λευ̣-|κ̣[ίου Καλοπορνίου Λε]υκίου υἱοῦ Πείσωνος στρατηγοῦ ὑπάτου· εὐκτὸν̣ μὲν ἦν̣ [——————] | ι[————————] ἡμῶν εἰς μηδεμίαν φιλονικίαν καὶ πλεοναζο[———————————] | δ[————————]ιεσθαι μετ’ εἰρήνης δὲ καὶ τῆς πάσης ὁμονοίας [καὶ οἰκειότητο]ς | τ[ὴν πρὸς ἀλλήλο]υς διαφυλάσσειν εὔνοιαν· ἐπειδὴ <δὲ> οἱ καιροὶ πολλ[άκις ——————]ς | σ[————————] τοὺς συνγενεστάτους εἰς διάστασιν τὴν πρ<ὸ>ς ἀ[λλήλους ἐξάγουσι]ν | α[————————] π̣ᾶσιν τοῖς οὖσιν ἐν φιλίαι διαλύειν ὅσον ἐφ’ ἑαυτοῖς [τὰς ἐκ παλαιῶν] χρό-|νω[ν αὐτοῖς ....]ε̣λη<λ>υθυίας ἔκθρας vac., ὅθεν καὶ τὰ νῦν εἰς τὴν μὲν [———————].ε | λΙ̣[.... Ἰτανί]ων καὶ Ἱεραπυτνίων· vac. τῆς δὲ συνκλήτου στοιχουμ̣[ένης τῆι παρ’ ἑαυ]τῆι | πρ̣[ὸς πάντας ἀνθρώ]πους ὑπαρχούσηι δικαιοσύνηι δούσης κριτὴν αὐτ[οῖς τὸν ἡμέτερ]ον | δῆ̣[μον, γράψαντος] δ̣ὲ περὶ τούτων καὶ τοῦ στρατηγοῦ Λευκίου Καλοπορ̣[νίου Λευκίου υ]ἱοῦ | Πείσωνος, [καθ]ότι τὰ ἀποδοθέντα ἡμῖν ὑπ’ ἑκατέρων γράμματα περιέχει, ὁ δῆμος ἡμῶν̣ | τοῖς τε ὑπὸ Ῥωμαίων τῶν κοινῶν εὐεργετῶν διὰ παντὸς γραφομένοις πείθεσθαι προαιρούμε-|νος, μεμνημένος τε τῶν διὰ προγόνων ἀπὸ τῆς ἀρχῆς γεγενημένων ὑφ’ ἑαυτοῦ πρὸς πάντας Κρητα-|εῖς καλῶν καὶ ἐνδόξων, ἃ καὶ θεοῦ χρησμοῖς καὶ τῆι παρὰ πᾶσιν ἀνθρώποις εἰδήσει κα[τ]είληπται, καὶ νῦν | μετὰ σπουδῆς καὶ φιλοτιμίας ἐποιήσατο τὴν αἵρεσιν τοῦ δικαστηρίου ἐν τῆι ὑφ’ ἑκατέρων γενηθεί[σηι] | ὁμολόγωι ἡμέραι. ἀποδειχθέντες οὖν καὶ αὐτοὶ κριταὶ παραχρῆμα ἀναβάντες ἐπὶ τὸν βωμὸν τῆς Ἀρτέμι-|δος τῆς Λευκοφρυηνῆς σφαγιασθέντος ἱερείου ὠμόσαμεν καθ’ ἱερῶν, παρόντων τῶν τε διαδικα-|ζομένων ἀφ’ ἑκατέρας πόλεως καὶ τῶν συνπαρόντων αὐτοῖς, καὶ καθίσαντες ἐν τῷ ἱερῶι τῆς | Ἀρτέμιδος τῆς Λευκοφρυηνῆς διηκούσαμεν τῶν διαφερομένων οὐ μόνον τὸν τῆς ἡμέ[ρ]α̣ς αὐ-|τοῖς δόντες χρόνον, ἀλλὰ καὶ τὸ πλεῖον τῆς νυκτός, πᾶσαν ἀναδεχόμενοι κακοπαθίαν χά[ρ]ιν τοῦ | μηθενὸς ὑστερῆσαι δικαίου μηθένα τῶν κρινομένων. vac. τέλος δὲ λαβούσης τῆς δικαιολογίας | ἐνγράφους  θέμενοι  τὰς  γνώμας,  τῶι  μὲν ἀκριβεῖ τῆς ψήφου βραβευθῆναι τὴν κρίσιν οὐκ ἠβουλό-|μεθα, συναγαγεῖν δὲ σπεύδοντες αὐτοὺς καὶ αὐτοὶ καὶ πάλιν εἰς τὴν ἐξ ἀρχῆς ἀποκαταστῆσαι | φιλίαν ὡς ἦν ἡμῖν πάτριον καὶ προσῆκον ἡγούμεθα ἑκατέρους, τὰ πράγματα ἐφ’ ἱκανὸν προσκεί-|μενοι εἰς τὸ συλλύσεως καὶ φιλίας αὐτοῖς παραίτιοι γενηθῆναι. τῆς δὲ προθέσεως ἡμῶν μὴ τελειουμέ-|νης διὰ τὸ ὑπερβαλλόντως αὐτοὺς τὴν πρὸς ἀλλήλους φιλονικίαν ἐνεστάσθαι, συνέβη τῆι ψήφωι | τὴν κρίσιν βραβευθῆναι περὶ ἧς καὶ τὴν καθήκουσαν ἔχθεσιν πεποιήμεθα. vac. Ἰτάνιοι πόλιν οἰκοῦν-|τες ἐπιθαλάσσιον καὶ χώραν ἔχοντες προγονικὴν γειτονοῦσαν τῶι τοῦ Διὸς τοῦ Δικταίου ἱερῶι, ἔχον-|τες δὲ καὶ νήσους καὶ νεμόμενοι, ἐν αἷς καὶ τὴν καλουμένην Λεύκην, θλιβόμενοι κατά τινα̣ς καιροὺς | ὑπὸ τῶν παρορόντων Πραισίων ἐπεσπάσαντο χάριν βοηθείας καὶ φυλακῆς τῆς τε πόλεως καὶ τῆς χώρας, | ἔτι δὲ καὶ τῶν νήσων, τὸν Αἰγύπτου βασιλεύσαντα Πτολεμαῖον, ὡς τὰ παρατεθέντα ἡμῖν περὶ τού-|των γράμματα περιεῖχεν, καὶ τούτωι τῶι τρόπωι διακατεῖχον τοὺς προειρημένους τόπους. vac. τελευτή-|σαντος δὲ τοῦ Φιλομήτορος βασιλέως Πτολεμαίου καὶ τῶν ἀποσταλέντων ὑπ’ αὐτοῦ χάριν τοῦ συντη-|ρεῖν Ἰτανίοις τήν τε χώραν καὶ τὰς νήσους ἀπαλλαγέντων, οὕτως Ἰτάνιοι καὶ τῆι ἀπὸ τῶν φίλων εὐνοί-|αι συνχρώμενοι διεφύλασσον τὰ καθ’ ἑαυτούς. ἐνστάντος δὲ κατὰ τὴν Κρήτην πολέμου καὶ μείζονος, | ἀνειρημένης δὲ ἤδη καὶ τῆς Πραισίων πόλεος τῆς κειμένης ἀνὰ μέσον Ἰτανίων τε καὶ Ἱεραπυ-|τνίων, οὕτως Ἱεραπύτνιοι τῆς τε νήσου καὶ τῆς χώρας ἀμφισβητεῖν Ἰτανίοις ἐπεβάλαντο, φάμε-|νοι τὴν μὲν χώραν εἶναι ἱερὰν τοῦ Ζηνὸς τοῦ Δικταίου, τὴν δὲ νῆσον προγονικὴν ἑαυτῶν ὑπάρ-|χειν. τῶν δὲ παρὰ Ῥωμαίων πρεσβευτῶν τῶν περὶ Σερούιον Σολπίκιον παραγενομένων εἰς Κρήτην | καὶ τοῦ πολέμου λύσιν λαβόντος κατήντησαν καὶ Ἰτάνιοι ἐπὶ τὴν σύνκλητον. δοθείσης δὲ τῆς ἡμετέ-|ρας πόλεως πρότερόν τε καὶ νῦν καὶ τοῦ δόγματος περιέχοντος "ὃν τρόπον ἑκάτεροι ταύτην τὴν | χώραν καὶ τὴν νῆσον, περὶ οὗ ἡ πρᾶξις ἐνέστηκε, κατεσχηκότες εἴησαν τῆι πρὸ τοῦ ἡμέραι ἢ ὁ πόλε-|μος ἐν αὐτοῖς ἤρξατο, οὗ πολέμου ἕνεκεν Σερούιος Σολπίκιος κἀκείνη ἡ πρεσβεία εἰς Κρήτην ἀπεστά-|λησαν, ὅπως  οὕτως  κρίνωσιν  αὐτοὺς  ἔχειν  κα̣τέχειν  τε  καρπίζεσθαί  τε ἐξεῖναι", ἔγνωμεν· ἐκ τῆς ὑφ’ ἑκα-|τέρων γενηθείσης δικαιολογίας, τὴν χώραν [τὴ]ν ὑπὸ τὴν διαμφισβήτησιν ἠγμένην διακατεσχημένην | τε ὑπὸ Ἰτανίων καθότι προεκτεθείμεθα ἕω[ς] τοῦ τὸν προδιασεσαφημένον πόλεμον γενηθῆναι, οὖσαν | δὲ καὶ ἀπὸ τῆς ἀρχῆς Ἰτανίων καθ[ό]τι καὶ [οἱ ἐπιδειχ]θέντες ἡμῖν ὑφ’ ἑκατέρων περιορισμοὶ τῆς χώ-|ρας ἐμήνυον, vac. ὅ τε πρὸς τοὺς πρότερον [παροροῦντας αὐτ]οῖς Δραγμίους γενηθεὶς {ης} περιέχων | οὕτως· vac. "ὦροι δὲ ὄντων αὐτοῖς τᾶς χώρας τοί[δε· ὡς ὁ Σέδαμνος]   ἐς   Καρύμας   καὶ   πέραν   ἐς   τὰν   στεφά-|ναν   καὶ ἁ στεφάνα περιάμπαξ ἐς ὀρθὸν ἐς Δο[ρθάννας ἐπὶ τὸν] λάκκον καὶ ἐς τὰν ὁδὸν καὶ πέραν ἐς | τὸν Μόλλον", καὶ πάλιν ὁ γενηθεὶς Ἰτανίοις [καὶ Πραισίοις κα]θότι ὑπογέγραπται. vac. "ἔδοξε τοῖς Ἰτανί-|οις καὶ τοῖς Πραισίοις θέσθαι εἰρήναν ἐς πάντ[α τὸ]ν χ[ρόνον ἐπὶ] τᾶι χώραι ἃν νῦν ἑκάτεροι ἔχοντι ἇς ὅρια τάδε· | ὡς ὁ Σέδαμνος ἐς  Καρύμας  ἐς  τὰν  δηράδα  καὶ  πέ[ραν ἐς] τὰν στεφάναν καὶ περιαμπέτις ὡς ἁ στεφάνα καὶ εὐθυ-|ωρίᾳ ἐς Δορθάννας ἐπὶ τὸν λάκκον καὶ ὡς ἁ ὁ[δὸς] ποτὶ μεσαμβρίαν τᾶς ὁδῶ τᾶς ἀγώσας δι’ Ἀτρῶνα καὶ ἐς | Μόλλον καὶ ἀπὸ τῶ Μόλλω εὐθυωρίαι ἐπὶ θάλασσαν", ὅ τε αὖ τοῖς Ἱεραπυτνίοις καὶ Πραισίοις γενηθεὶς περι-|[ο]ρισμὸς γεγραμμένος οὕτως. vac. "οἱ δὲ ὅροι τᾶς χώρας ὡς ὁ Σέδαμνος ἐς Καρύμας ἐς τὰν δηράδα καὶ πέραν | ἐς τὰν στεφάναν καὶ περιαμπέτις ὡς ἁ στεφάνα καὶ εὐθυωρίαι ἐς Δορθάννας ἐπὶ τὸν λάκκον". τῶν δὲ προ-|ειρημένων ὁρίων σαφῶς διειργόντων τήν τε Ἰτανίων χώραν καὶ τὴν πρότερον μὲν οὖσαν Δραγμίων καὶ τὴν | Πραισίων, κατεχομένην δὲ νῦν ὑπὸ Ἱεραπυτνίων, τοῦ δὲ ἱεροῦ τοῦ Διὸς ἐκτὸς τῆς διαμφισβητουμένης | χώρας ὄντος καὶ περιοικοδομήμασιν καὶ ἑτέροις πλείοσι[ν ἀ]ποδεικτικοῖς καὶ σημείοις περιλα[μ]βανο-|μένου καθότι καὶ διὰ τῶν ἐπιδεικνυμένων ἡμῖν χωρογραφιῶν εὐσύνοπτον ἦν, πρ̣[ὸ]ς τούτοις ἀπεδείκνυον | Ἰτάνιοι καὶ δι’ ἑτέρων πλειόνων γραμμάτων ὑπάρχουσαν τὴν διαμφισβητουμένην χώραν ἐνεργὸν καὶ οὐ-|χ, ὡς ἔφασαν Ἱεραπύτνιοι, ἱερὰν καὶ ἀγεώργητον, φανερὸν δὲ τοῦτο ἐγίνετο καὶ ἐκ τοῦ δόγματος καθ’ ὃ ἐκρίνα-|μεν, τοῦ γραφέντος καὶ ὑπὸ τῶν ἐληλυθότων εἰς Κρήτην π[ρ]εσβευτῶν τῶν περὶ Κόϊντον Φάβιον, οἵτινες ἑω-|ρακότες τό τε ἱερὸν καὶ τὸν περίβολον αὐτοῦ ἰδίοις σημε[ί]οις καὶ περιοικοδομήμασιν περιεχόμενον, ἑωρα-|κότες δὲ καὶ τὴν χώραν τὴν ὅμορον τῷ ἱερῶι, ὑπὲρ μὲν ἱερᾶς χώρας οὐκ ἔγραψαν οὐθέν, καίτοιγε Ἱεραπυ-|τνίων ῥητῶς ὑπὲρ ἱερᾶς χώρας ἠξιωκότων τὴν σύγκλητον, Ἰτανίων δὲ περὶ χώρας τῆς ἑαυτῶν τῆς καλουμέ-|νης Ἑλείας καὶ νήσου ἰδίας Λεύκης, γνόντες δὲ ὅτι ἡ παροροῦσα χώρα τῷ ἱερῶι οὐκ ἦν ἱερὰ οὐδὲ ἀγεώργητος, ὑ-|π[ὲ]ρ χώρας μόνον ἐφαίνοντο   μνείαν   πεποιημένοι,   γράψαντες   "ἵνα   ἔχωσιν   κατέχωσίν   τε καρπίζωνταί τε", τοῦ | [κ]αρπίζεσθαι γραφομένου κατὰ χώρας γεγεωργημένης τε καὶ γεωργηθησομένης, ὅπερ ἐπὶ τῆς ἱερᾶς χώρ-|ας οὐκ ἦν ἐνδεχόμενον· vac. νόμοις γὰρ ἱεροῖς καὶ ἀραῖς καὶ ἐπιτίμοις ἄνωθεν διεκεκώλυτο ἵνα μηθεὶς ἐν τῷ ἱ-|ερῶι τοῦ Διὸς τοῦ Δικταίου μήτε ἐννέμηι μήτε ἐναυλοστατῆι μήτε σπείρηι μήτε ξυλεύηι, καίτοιγε Ῥωμαίων, | ὅταν περὶ ἱερᾶς τινος χώρας διαφέρωνται, γραφόντων ῥητῶς, καθότι καὶ τὰ παρατεθέντα ἡμῖν ἐφ’ ἑτέρων | δόγματα περιεῖχεν. τὸ δὲ πάντων μέγιστον καὶ ἰσχυρότατον τεκμήριον τοῦ ἐγνωσμένων τῶν καθόλου πρα-|γμάτων ὑπὸ Ῥωμαίων ἐφ’ ὁμολογουμένοις ἡμᾶς καὶ κεκριμένοις τὴν ψῆφον ἐπενηνοχέναι· Ἰτανίων γὰρ ἀξιωσάν-|των τὴν σύνκλητον ἵνα τὸ ἐνῳκοδομημένον ὑπὸ Ἱεραπυτνίων χωρίον ἐν τῆι κρινομένηι χώραι καθαιρεθῆι ἡ σύν-|κλητος ἐπέταξεν Λευκίῳ Καλοπ[ορνίῳ Λευκίου υἱῷ Πείσωνι στρατηγῷ ὅπως] | [καθαιρ]ε̣θῇ εἴ τι ἐνῳκοδόμηται, φανερῶς καὶ διὰ τοῦ τοιούτου [—————————] | [.....]ετων κρατούντων. ἀκολούθως δὲ τούτοις οἱ μὲν αὐτοὺς [——————————] | [.....]ντες Ἰτανίοις παρῆσαν. οἱ δὲ κατὰ πό<λε>ις ἐνγράφου̣ς̣ [......]σ....π[——] | .... ἀ̣ποδεικνύντες ἄνωθεν τὰ διαμφισβητούμενα Ἰτα[νίων] γ̣ε̣γ̣ονό̣τ[α ——] | ....των μέ̣χρι τοῦ δηλουμένου διὰ τοῦ δόγματος γεγονέν[αι ———————————] | [ποιη]τῶν καὶ ἱστοριαγράφων ἀποδείξεις, ἃς καὶ αὐτοὶ ἡμ[ῖ]ν π̣[......]εσ[——] | [.....]τους δικαιολογίᾳ· τά γε μὴν περὶ τῆς νήσου τῆς κα̣λουμ̣έ[νης Λεύκης ——] | [.... τῶ]ν Ἱεραπυτνίων ἐξωμολογημένας εἶχεν τὰς ἀποδε̣ί̣ξ̣ε[ις ——————————] | [......]τε τὴν νῆσον οὖσαν καὶ διὰ τὰ γεγενημέ̣να περὶ αὐτο̣ῦ [——————————] | [τὴν   Πτ]ολεμαϊκὴν   οἰκίαν   ε̣ἰς   προστασίαν   καὶ φυλακὴν ἑαυτοῖς κ[..............]κα[——] | [ἰσχυρ]ίζεσθαι τὰς ἀποδε̣ίξεις ἐπιστολαῖς βασιλικαῖς, ἀντιγραφ̣[αῖς δὲ α]ὐτῶν̣ [——] | [... τὴ]ν νῆσον πολλάκις στρατιωτῶν γραμμάτων τε ἀποστολαῖς [....]το δοξ̣[——] | [.... τ]ὴν νῆσον φρουρίου, πρὸς δὲ τούτοις λογείαις τε σιτικαῖς ἃς̣ ὁ λ̣[.....] καὶ ἐνε[——] | [ὑπ]ὲρ τῆς νήσου κατά τινων ὑπὸ Ἰτανίων γε̣γραμμέναις ὡς ἀπεδείκν[υον] δ̣ι̣ά τε π̣λειόν[ων ἑτέρων χρηματισ]-|[μῶν κ]αὶ διὰ λευκωμάτων ἅτινα τὰς ἐνιαυσίους εἶχεν τῶν τε[ταγμέν]ων διοι[κ]ήσεις. [πρὸς δὲ τοῖς] | [προειρ]ημένοις καὶ δι’ αὐτῶν ὧν αἵ τε λοιπαὶ πόλεις καὶ αὐτοὶ δὲ Ἱε[ραπ]ύτνιοι γεγρά̣φ̣[ασι περὶ τῆς] | [προδε]δ̣ηλωμένης νήσου εὐσύνοπτον ἡμεῖ̣ν ὑπῆρχεν τὸ καὶ τὴν [προ]δεδηλωμένην νῆσ[ον προγονικὴν] | [εἶναι]   Ἰτανίων   καὶ   διακατεισχῆσθαι   ὑπ’   αὐτῶν   καὶ διὰ τῆς τ̣ῶν φίλω̣[ν αὐ]τῶν κα[λ]ῆς   προν[οίας   μέχρι   τῆς ——] | [.....]σ̣ίας   καὶ   μέχρι   τοῦ   συστάντος ἐν Κρήτῃ πολέμου ὧν ἀνα[.......]ρ̣ιν ἐπιμνησθ[—————————] | [ἔγνωμ]εν γὰρ τὴν τοῦ βασιλέως Πτολεμαίου προστασίαν καὶ [κεκυρωμέν]ην παρὰ τοῦ κοιν[οῦ τῶν Κρηταιέων] | [παρ’ ὧ]ν ἔλαβον εὐδόκησιν καθότι τὸ παρατεθὲν ἡμῖν διάγρα̣μ̣[μα περι]εῖχεν, Ἰταν[ί]ο[ις Γορτύνιοι ἀπο]-|[στεί]λαν̣τες <ἐ>πιστολὴν διεσάφησαν ὅτι ἐπὶ τὴν νῆσον αὐτῶν τ̣ὴν̣ [καλου]μ[έ]νην Λεύκ[ην Πραίσιοι μέλλουσιν] | [ἐπέρχεσ]θαι, φανερὸν ποιοῦντ<ε>ς καὶ διὰ τοῦ τοιούτου τρ̣όπου [.......]εχ̣ο̣ν ἄλλας τὰ[ς ————] | [.. Γο]ρτυνίων   δ̣ὲ   συνπαρόντων   ἐπὶ   τῆς   κρίσεως   Ἱεραπυτ[ν]ίοις, [παρετίθεν]το ἡμῖν Ἰτά[νιοι   ἀποστα]-|[λεῖσαν]   πρὸς ἑαυ[τ]οὺς πρότερον ὑπὸ Γορτυνίων ἐπιστολήν, δι’ ἧ[ς] ἔ[κδη]λ̣[ο]ν ἅ[πασιν ἐγίνετο ὅτι] | [ἐπιμελῶς] προνοούμενοι Γορτύνιοι τοῦ κατὰ Ἰτανίους συμφέροντος ἐ[μήν]υ̣ο̣ν αὐτο[ῖς περὶ Πρα]ισ[ίων ὅτι] | [περὶ τὴ]ν νῆσον αὐτῶν τὴν Λεύκην γίνονται ὡς κυριεύσοντες. [......] τε ἡ   ἐπιστολ[ὴ   καὶ   ἀνεγράφη,   γε]-|[νομένης]   ὑπ’   οὐδενὸς   ἀντιλογίας,   ἐκρίναμεν δὲ καὶ αὐτῆς ἀ[ντίγραφον] καταχωρίσαι [τὸ ὑπογεγραμμένον]· | "[Γ]ο̣ρ̣τυνίων οἱ κόρμοι καὶ ἁ πόλις Ἰτανίων τοῖς κόρμοις καὶ [τ]ᾶι πόλ[ι] χαίρεν· πεπεισμ[ένοι ὑπ’ ἀνδρός τινος] | [ὃς δεδ]ήλωκεν ὅτι οἱ Πραίσιοι οἰκονομόνται περὶ τᾶς Λεύκας ὡς [ἐπιστ]ρατίας γενομ[ένας, κρατῆσαι αὐ]-|[τᾶς, τάδε] ἐκρίναμεν ὑμῖν ἐπιμελίως ἀποστεῖλαι· ὑμὲν ἂ̣ν̣ καλῶς ποή[σαιτε τ.]ς ἐν τῷ χωρίῳ [————] | [..]επ[..]σην θέμ<ε>νοι παρορῶντέ<ς τε> εἰ χρείαν ἔχετε ἐν τὸ χωρίο[ν] ἐ[πιταδείω]ν· γεγράφ[αμεν οὖν ὑμῖν, οὐκ ὄν]-|των   τούτων   φίλων   τῷ   τε   βασιλεῖ   καὶ   αὐτοῖς   ὑμῖν,   [δι]ὰ [πα]ντὸς ἐ[πιμε]λούμενοι κ[α]ὶ βω[λόμενοι ἀεὶ ——] | [.]ε[.]αι τῷ τε βασιλεῖ καὶ τοῖς τῶ βασιλέως φίλοις". Ἱεραπύτνιοι δ[ὲ ἔτι τῆ]ς ἀμφισβη[τ]ήσ[εως   ἀντε]-|[χόμεν]οι   καὶ   φάσκοντες   τὴν   νῆσον   ἑαυτῶν   εἶναι   προγονικὴν ακλ̣η[......]ιτης   τῶν [——————] | [..]ς   τε   ἀρχούσης   καὶ   τῆς   τῶν   Στηλιτῶν φήσαντες πλοῖον εὐ[........]υ τὸμ πολεμ[——————] | [.]υκραι καταχθῆναι καὶ παρακαλοῦντες τὸς Ἰτανίους περὶ τούτων [... μν]είαν τιν[ὰ ——————] | [..] αὐτοὶ Ἰτανίοις τὴν ὑπογεγραμμένην ἐπιστολήν· "Ἱεραπυτνίων οἱ [κόσμοι κ]αὶ ἁ πόλις Ἰταν[ίων τοῖς] | [κόσ]μοις καὶ τᾶι πόλει χαίρεν· βέλτιον ὑπελάβομεν γράψαι ὑμῖν ὅπως εἰ διὰ [τὸ σ]υμβεβηκὸς υ̣[———] | ... καὶ Πραισίων κατᾶκται τὸ πλοῖον τὸ Κυδάνο<ρ>ος ἐκ τᾶς ὑμᾶς νάσω Λεύ[κας ...]ν ἀδικοῦν Ι̣[——] | [...]σαιτε ἐπιστροφάν τινα ποησάμενοι περὶ τούτων ὅπως μηθὲν [.....]ν ἀδικήσητε [——————] | [...] ὁμοίως δὲ καὶ ἁμές, εἴ τί κα συμβαίνῃ τινὶ ὑμῶν τοιοῦτο ἐν τᾷ ἁμ[ᾷ μηθενὶ] ἐπιτρέψομεν. [ἔρ]-|[ρωσθ]ε". τίς οὖν ἂν ἔτι προσδέξαιτο τὴν ὑπὸ Ἱεραπυτνίων κατὰ Στηλιτῶν ...... καιρὸν [———] | [... τῶ]ν προγονικὴν τὴν νῆσον ἑαυτῶν λεγόντων· ὅτε δὲ Πραισίων κατα[........] πο[.]υμεν̣[——] | [... π]ροειρημένων ἀποδείξεων ἰσχυροτέραν πίστιν τῆς τούτων α[.......]εχη ..εν δι[—————] | [... ἄν]θρωποι τὰς κατὰ τῶν τόπων ἔχουσι κυριείας ἢ παρὰ προγόνων π[αραλαβόν]τες αὐτοὶ [ἢ πριάμενοι] | [κατ’] ἀργυρίου δόσιν ἢ δόρατι κρατήσαντες ἢ παρά τινος τῶν κρεισσόν[ων σχόντες· ὧν] οὐθὲν [φανερόν] | [ἐστι συμβεβ]ηκὸς Ἱεραπυτνίοις· οὔτε γὰρ παρὰ προγόνων παρειληφότες οὔ[τε ............]ητ[——] | [.......] ἃς ο<ὔ>τε   διὰ   τοῦ   ἀξιώματος ὑπογ[ρ]άψαντες οὔτε ὡς αὐτοὶ ἐκ τῆς [νήσου ....] ονσανη[——] | [.. κατ’ οὐ]δένα τῶν τρόπων, οὐδὲ μὴν κατὰ πολεμικὴν περίστασιν εσ[.......]τ̣ωταμ[——————] | [.......]η μ<η>δὲ γὰρ πεπολεμηκέναι τ[οῖς] Ἰτανίοις ἔφασαν οὔτε μὴν μ[.........] ἡμεῖς [——] | [.......] τούτων εὑρίσκοντο οὐδὲ ὑπ’ αὐ[τῶν Ἰ]τανίων ἦν τι αὐτοῖς δεδο[.........]νου δι[——] | [.........] ὑπὸ πάντα τὸν τόπον· εἰ δὲ τῶν ἐναντίωμ μήτε γέγο[νεν] μήτε [——————————] | [—————————————— ————————————————————————————]
 

 
►  Bibliography
 
 
Boeckh et al., Corpus Inscriptionum Graecarum, Berlin, 1828-77, n. 2561 b ; Pashley, Travels in Crete, I, Cambridge-London, 1837, p. 290 ; Homolle, BCH, 3, 1879, p. 311 ; Dittenberger, Sylloge inscriptionum graecarum, 2nd ed., Leipzig, 1898-1901, n. 929
 ; Collitz & Bechtel, Sammlung der griechischen Dialekt-Inschriften, Göttingen, 1884-1918, n. 5060 ; Viereck, Sermo Graecus, Göttingen, 1888, pp. 48-49, XXVI ; Halbherr, Mus. Ital., 3, 1890, p. 570 ; Bérard, De arbitrio inter liberas graecorum civitates, Paris, 1894, pp. 113 ss., n. 48 ; Kern, Die Inschriften von Magnesia am Maeander, Berlin, 1900, n. 105 ; von Wilamowitz, Göttingische Gelehrte Anzeigen, 162, 1900, p. 566 ; Conway, Annual of the British School at Athens, 8, 1901-02, pp. 137-138 ; Holleaux, Hermes, 39, 1904, pp. 78-83 ; Colin, Rome et la Grèce, Paris, 1905, pp. 510 ss. ; Cardinali, Rivista di filologia, 35, 1907, pp. 26 ss. ; Xanthudidis, 'Αρχ. Ἐφ., 1908, pp. 214 ss. ; Cagnat, Inscriptiones graecae ad res romanas pertinentes, I, Paris, 1911, n. 1021 ; Holleaux, APF, 6, 1913, pp. 14-15 ; Tod, International Arbitration Amongst the Greeks, Oxford, 1913, p. 37 ; Dittenberger et al., Sylloge inscriptionum graecarum, 3rd ed., Leipzig, 1915-24, n. 685 ; Holleaux, BCH, 48, 1924, p. 387 ; Cary, JRS, 16, 1926, pp. 194-200 ; de Sanctis, Rivista di filologia, 4, 1926, pp. 130 ss. ; van Effenterre & Demargne, BCH, 61, 1937, p. 31 ; Guarducci, Inscriptiones Creticae, III, 4, Roma, 1942, n. 9 ; Huss, Geschichte der Karthager, München, 1985, p. 275 ; Crowther, The Annual of the British School at Athens, 83, 1988, pp. 37-44 ; Bennet, American Journal of Archaeology, 94, 1990, pp. 193-211 ; Ager, ZPE, 85, 1991, p. 89 ; Curty, Les parentés légendaires entre cités grecques, Genève, 1995, p. 68 ; Ager, Interstate arbitrations in the Greek world, 337-90 B.C., Berkeley-Los Angeles, 1996, pp. 431 ss., n. 158 ; Boffo, Dike, 4, 2001, p. 237 ; Constantakopoulou, The dance of the islands : insularity, networks, the Athenian empire, and the Aegean world, Oxford, 2007, p. 199.
 
 
►  Source : Fragment discovered at the site of ancient Itanos, Crete.