Dion.
Hal., Ant. Rom.,
VI, 95, 1-3
( Jacoby, II, Leipzig, 1888 ).
|
Ἐγένοντο
δ´ ἐν τῷ αὐτῷ χρόνῳ καὶ πρὸς τὰς τῶν Λατίνων πόλεις ἁπάσας συνθῆκαι
καιναὶ μεθ´ ὅρκων ὑπὲρ εἰρήνης καὶ φιλίας, ἐπειδὴ παρακινῆσαί τ´ οὐδὲν
ἐπεχείρησαν ἐν τῇ στάσει, καὶ συνηδόμενοι τῇ καθόδῳ τοῦ δήμου φανεροὶ
ἦσαν, τοῦ τε πολέμου τοῦ πρὸς τοὺς ἀποστάντας ἑτοίμως ἐδόκουν συνάρασθαι.
ἦν δὲ τὰ γραφέντα ἐν ταῖς συνθήκαις τοιάδε· Ῥωμαίοις καὶ ταῖς Λατίνων
πόλεσιν ἁπάσαις εἰρήνη πρὸς ἀλλήλους ἔστω, μέχρις ἂν οὐρανός τε καὶ
γῆ τὴν αὐτὴν στάσιν ἔχωσι· καὶ μήτ´ αὐτοὶ πολεμείτωσαν πρὸς ἀλλήλους
μήτ´ ἄλλοθεν πολέμους ἐπαγέτωσαν, μήτε τοῖς ἐπιφέρουσι πόλεμον ὁδοὺς
παρεχέτωσαν ἀσφαλεῖς βοηθείτωσάν τε τοῖς πολεμουμένοις ἁπάσῃ δυνάμει,
λαφύρων τε καὶ λείας τῆς ἐκ πολέμων κοινῶν τὸ ἴσον λαγχανέτωσαν μέρος
ἑκάτεροι· τῶν τ´ ἰδιωτικῶν συμβολαίων αἱ κρίσεις ἐν ἡμέραις γιγνέσθωσαν
δέκα, παρ´ οἷς ἂν γένηται τὸ συμβόλαιον. ταῖς δὲ συνθήκαις ταύταις μηδὲν
ἐξέστω προσθεῖναι μηδ´ ἀφελεῖν ἀπ´ αὐτῶν, ὅ τι ἂν μὴ Ῥωμαίοις τε καὶ
Λατίνοις ἅπασι δοκῇ. ταῦτα μὲν δὴ Ῥωμαῖοί τε καὶ Λατῖνοι συνέθηκαν πρὸς
ἀλλήλους ὀμόσαντες καθ´ ἱερῶν. |