Josephus, Ant. Iud., XIII, 5, 8 (
Reinach, Paris, 1900 ).
|
<163> Κρατήσας
οὖν Ἰωνάθης τῇ μάχῃ λαμπρῶς καὶ δισχιλίους τῶν ἐχθρῶν ἀποκτείνας ὑπέστρεψεν
εἰς Ἱεροσόλυμα. ὁρῶν οὖν, ὅτι πάντ' αὐτῷ κατὰ νοῦν προνοίᾳ θεοῦ χωρεῖ,
πρὸς Ῥωμαίους πρεσβευτὰς ἀπέστειλεν, ἀνανεώσασθαι βουλόμενος τὴν γενομένην
τῷ ἔθνει πρὸς αὐτοὺς ἔμπροσθεν φιλίαν. <164> τοῖς
δ' αὐτοῖς πρεσβευταῖς ἐπέστειλεν ἀπὸ τῆς Ῥώμης ἀναστρέφουσιν πρὸς τοὺς
Σπαρτιάτας ἀφικέσθαι καὶ τὴν πρὸς αὐτοὺς ὑπομνῆσαι φιλίαν καὶ συγγένειαν.
οἱ δ' ὡς ἦλθον εἰς τὴν Ῥώμην παρελθόντες εἰς τὴν βουλὴν αὐτῶν καὶ τὰ
παρὰ Ἰωνάθου τοῦ ἀρχιερέως εἰπόντες, ὡς πέμψειεν αὐτοὺς ἐπὶ τῇ τῆς συμμαχίας
βεβαιώσει, <165> τῆς βουλῆς ἐπικυρωσάσης
τὰ πρότερον αὐτῇ περὶ τῆς Ἰουδαίων φιλίας ἐγνωσμένα καὶ δούσης ἐπιστολὰς
πρὸς ἅπαντας τοὺς βασιλεῖς τῆς Ἀσίας καὶ Εὐρώπης καὶ τῶν πόλεων ἄρχοντας
αὐτοῖς κομίζειν, ὅπως ἀσφαλοῦς τῆς εἰς τὴν οἰκείαν κομιδῆς δι' αὐτῶν
τύχωσιν, ἀναστρέφοντες εἰς τὴν Σπάρτην παρεγένοντο καὶ τὰς ἐπιστολάς,
ἃς ἔλαβον παρὰ Ἰωνάθου, αὐτοῖς ἀπέδοσαν. <166> τὸ
δ' ἀντίγραφον ἦν τόδε: “ἀρχιερεὺς Ἰωνάθης τοῦ ἔθνους τῶν Ἰουδαίων καὶ
ἡ γερουσία καὶ τὸ κοινὸν τῶν ἱερέων Λακεδαιμονίων ἐφόροις καὶ γερουσίᾳ
καὶ δήμῳ τοῖς ἀδελφοῖς χαίρειν. εἰ ἐρρωμένοις ὑμῖν καὶ τὰ κοινὰ καὶ
τὰ ἴδια χωρεῖ κατὰ νοῦν, οὕτως ἂν ἔχοι ὡς βουλόμεθα, ἐρρώμεθα δὲ καὶ
ἡμεῖς. <167> ἐπειδὴ τοῖς ἔμπροσθεν
χρόνοις κομισθείσης Ὀνίᾳ τῷ γενομένῳ ἀρχιερεῖ παρ' ἡμῖν παρὰ Ἀρέως τοῦ
βασιλεύσαντος ὑμῶν ἐπιστολῆς διὰ Δημοτέλους περὶ τῆς ὑπαρχούσης ὑμῖν
πρὸς ἡμᾶς συγγενείας, ἧς ὑποτέτακται τὸ ἀντίγραφον, τήν τε ἐπιστολὴν
ἐδεξάμεθα προθύμως καὶ τῷ Δημοτέλει καὶ τῷ Ἀρεῖ εὐνοικῶς διετέθημεν,
οὐ δεόμενοι τῆς τοιαύτης ἀποδείξεως διὰ τὸ ἐκ τῶν ἱερῶν ἡμῶν πεπιστεῦσθαι
γραμμάτων, <168> τὸ μὲν προκατάρχειν
τῆς ἀναγνωρίσεως οὐδὲ δοκιμάζομεν μὴ καὶ προαρπάζειν δοκῶμεν τὴν παρ'
ὑμῶν διδομένην δόξαν, πολλῶν δὲ χρόνων διαγενομένων ἀπὸ τῆς ἐξ ἀρχῆς
ἀναποληθείσης ἡμῖν οἰκειότητος ἐν ταῖς ἱεραῖς καὶ ἐπωνύμοις ἡμέραις
θυσίας τῷ θεῷ προσφέροντες καὶ ὑπὲρ τῆς ὑμετέρας σωτηρίας τε καὶ νίκης
αὐτὸν παρακαλοῦμεν. <169> πολλῶν
δ' ἡμᾶς πολέμων περιστάντων διὰ τὴν τῶν γειτνιώντων πλεονεξίαν οὔθ'
ὑμῖν οὔτ' ἄλλῳ τῶν προσηκόντων ἡμῖν ἐνοχλεῖν ἐκρίναμεν. καταγωνισάμενοι
δὲ τοὺς πολεμίους πέμποντες πρὸς Ῥωμαίους Νουμήνιον τὸν Ἀντιόχου καὶ
Ἀντίπατρον τὸν Ἰάσονος τῶν ἀπὸ τῆς γερουσίας ὄντων παρ' ἡμῖν ἐν τιμῇ,
ἐδώκαμεν αὐτοῖς καὶ πρὸς ὑμᾶς ἐπιστολάς, ὅπως ἀνανεώσωνται τὴν πρὸς
ὑμᾶς ἡμῖν συγγένειαν. <170> καλῶς
οὖν ποιήσετε καὶ αὐτοὶ γράφοντες ἡμῖν καὶ περὶ ὧν ἂν δέησθε ἐπιστέλλοντες,
ὡς εἰς ἅπαντα προθυμησομένοις ὑπὲρ τῆς ὑμετέρας προαιρέσεως.” οἱ μὲν
οὖν Λακεδαιμόνιοι τούς τε πρεσβευτὰς φιλοφρόνως ὑπεδέξαντο καὶ ψήφισμα
ποιησάμενοι περὶ συμμαχίας καὶ φιλίας πρὸς αὐτοὺς ἀπέστειλαν. |