EPISTULA
M. AEMILII LEPIDI ET SC. DE MAGNETUM ET PRIENENSIUM LITIBUS Letter of M. Aemilius Lepidus and decree of the Senate on territory dispute between Magnesia and Priene ( About 143 BC ) |
( R. K. Sherk, Roman Documents from the Greek East, Baltimore, 1969, pp. 44-47, n. 7 ). |
|
[- - Δόγμα
τὸ κομισθὲν παρ]ὰ τῆς συγκλήτου{υ} Ῥω[μαίων ὑπὸ τῶν ἀποσταλέντων πρεσβευτῶν]
| [ὑπὲρ τῶν πρὸς Πριηνεῖς.] Μάαρκος Αἰμύλιος Μαάρκου [υἱὸς στρατηγὸς
Μυλασέων] | [βουλῆι καὶ δήμωι χαί]ρειν. πρεσβευταὶ Μάγνητες κα[ὶ Πριηνεῖς
ἐμοὶ προσήλθοσαν] | [ὅπως αὐτοῖς σύγκλ]ητον δῶι· τούτοις ἐγὼ σὐγκλητον
ἔδ[ωκα. συγκλήτου δόγμα· πρὸ ἡμε]-|[ρῶν - - - - - - - - -]βρίων
ἐγ κομετίωι· γραφομένου παρῆσ[αν - - - - -] | [- - - - - - - Φο]ντήϊος?
Κοΐγκτου Παπειρία, Τίτος Μάλλιος Φα[- - - - - - - -]
| [- - - - - - - -] περὶ
ὧν Μάγνη[τε]ς πρεσβευταὶ Πυθόδωρος
Ἡράκλ[ειτος - - - - ἄν]-|[δρες καλοὶ κἀγαθ]οὶ παρὰ δήμου
καλοῦ καὶ ἀγαθοῦ καὶ φίλου συμμ[άχου τε ἡμετέ]-|[ρου κατὰ πρόσω]πον
λόγους ἐποιήσαντο καὶ περὶ ὧν Πριηνεῖς πρε[σβευταὶ - - - - - -]
| [- - - - - - - -]νης ἄνδρες καλοὶ
καὶ ἀγαθοὶ καὶ φίλοι παρὰ δήμου καλοῦ κα[ὶ ἀγαθοῦ καὶ φί]-|[λ]ου σ[υ]μμάχου
τε ἡμετέρου κατὰ πρόσωπον λόγους ἐποιήσαντο περὶ
ἧς | χώρας ἐξεχώρησαν
Μάγνητες καὶ τὴν κατοχὴν ταύτης
τῆς χώρας ἐξεχώ[ρησαν] | δήμωι Πριηνέων κατὰ τὸ τῆς συγκλήτου δόγμα
ὅπως κριτήριον δοθῇ· περὶ το[ύτου τοῦ] | πράγματος
οὕτως ἔδοξεν· ὅπως Μάαρκος Αἰμύλιος
Μαάρκου υἱὸς στρατηγὸς δ[ῆμον ἐ]-|λε[ύ]θερον
κριτὴν δῶι, ὃς ἂν ἐν αὐτοῖς ὁμόλογος γενηθῇ·
ἐὰν δὲ ἐν αὐτοῖς ὁμόλογος [μὴ γίνη]-|ται, ὅπως Μάαρκος Α[ἰ]μύλιος Μαάρκου
υἱὸς στρατηγὸς δῆμον ἐλεύθερον κριτὴ[ν δῶι] | εἰς τούτους τοὺς λόγους
οὕτως, καθὼς ἂν αὐτῶι ἐκ τῶν δημοσίων πραγμάτω[ν πίστε]-|ώς τε τῆς ἰδίας
φαίνηται·
| ἔδοξεν· ὃς κρινεῖ Μάγνησιν καὶ Πριηνεῦσιν περὶ ταύ[της τῆς]
| χώρας τῆς παρὰ Πριηνέων ἀποκεκριμένης οὔσης, ἐξ ἧς χώρας Μάγνητ[ες
ἑαυ]-|τοὺς ἔφασαν ἐκκεχωρηκέναι, ὁπότερον ἂν τούτων δήμων εὑρίσκηται
ταύτην | χώραν εἰσχηκέναι, ὅτε εἰς τὴν φιλίαν τοῦ δήμου τοῦ Ῥωμαίων
παραγένετο, ταύτη[ν] | τὴν χώραν ὅπως αὐτῶι προσκρίνῃ ὅριά τε στήσῃ·
ἔδοξεν· ὡσαύτως περὶ ὧν οἱ αὐτοὶ Πρι-|ηνεῖς πρεσβευταὶ κατὰ πρόσωπον
πρὸς Μάγνητας πρεσβευτὰς λόγους ἐποιήσαν-|το περὶ ἀδικημάτων ἃ αὐτοῖς
Μάγνητες πεποιήκεισαν, περὶ τούτου πράγματος οὕ-|τως ἔδοξεν, ὅπως Μάαρκος
Αἰμύλιος Μαάρκου υἱὸς στρατηγὸς τὸν αὐτὸν δῆμον | [κρῖν]αι κελεύσ[ῃ],
ὃς ἂν περὶ χώρας κριτὴς δεδομένος ᾖ, ὃς κρινεῖ ταῦτα ἀδικήματα· εἰ γεγο-|[νότ]α
εἰσὶν ὑπὸ Μαγνήτων, ὅσον ἂν καλὸν καὶ δίκαιον φαίνηται, διατιμησάσθω,
καὶ ὅπως | [εἰς] τὸν αὐτὸν δῆμον κριτὴν Μάαρκος Αἰμύλιος Μαάρκου υἱὸς
στρατηγὸς περὶ τούτων τῶν | [πραγ]μάτων γράμματα δῶι, πρὸς ἣν ἂν ἡμέραν
ἑκάτεροι παραγίνωνται πρὸς ἑκάτερα τὰ κρί-|[ματ]α [καὶ καθ’] ἣ[ν ἂ]ν
ἡμέραν κρίνωσι [- - - - ὅ]πως καὶ [- - - -] |
|