SC.
I DE PRIENENSIUM ET SAMIORUM LITIBUS Decree of the Senate concerning territorial dispute between Priene and Samos ( Before 135 BC ) |
( R. K. Sherk, Roman Documents from the Greek East, Baltimore, 1969, pp. 54-58, n. 10 A ). |
|
[- - - - - - - - - - - - - - - - - -
ἐσ]τιν· καὶ περ[ὶ ὧν οἱ] | [ἀποσταλέντες παρὰ Πριηνέων πρεσβευταὶ ἄνδρες
καλοὶ καὶ] ἀγαθοὶ καὶ φίλοι πα[ρὰ δήμου] | [καλοῦ καὶ ἀγαθοῦ καὶ φίλου
λόγους ἐποιήσαντο συμμαχί]α̣ν τε ἀνενεώσαντο, [καὶ
πε]-|[ρὶ τῆς χώρας ἣν λέγουσιν ἑαυτῶν
γενέσθαι πρὶν ἐληλυ]θ̣έναι εἰς ἐκείνην τὴν χώραν Μ[άν]-|[λιον
καὶ τοὺς δέκα πρεσβευτάς, ὅπως ταύτην ἔχ]ωσιν· καὶ ὅσα κριτήρια κεκριμένα
εἰσ[ὶ] | [περὶ ταύτης τῆς χώρας, ὅπως ταῦτα πάντα ἀναν]ε̣ωθῇ καὶ φιλανθρώπως
{τε} αὐτοῖς ἀποκρι-|[θῇ· ἔδοξεν· καὶ ὅσα Πριηνεῖς λέγουσιν ἐπὶ το]σαῦτα
ἔτη κατέχειν ἐκείνης τῆς χώρας, | [περὶ τούτων οὕτω, καθὼς καὶ Ῥόδιοι
κ]ε[κ]ρίκασιν, οὕτως δοκεῖ εἶναι· εἰ δέ τί ἐστιν | [ἐναντίον ὧν ὡρισμένα
ὑπὸ Ἀντι]γ̣όνου ἐστίν, οὕτως φαίνεται δεῖν εἶναι· ξένιά τε αὐ-|[τοῖς
ἀποστεῖλαι τὸν ταμίαν ἕως ἀπὸ νό]μων σηστερτίων ἑκατὸν εἴκοσι πέντε
καθ’ ἑκάστην | [πρεσβείαν,] καθὼς ἂν αὐτῶι ἐκ τ[ῶν δημοσίων πραγμάτων
βέλτιστα? φ]α̣ίνη[τ]αι· ἔ̣δοξε[ν.] |
|