SC.
II DE PRIENENSIUM ET SAMIORUM LITIBUS Decree of the Senate concerning territorial dispute between Priene and Samos ( 135 BC ) |
( R. K. Sherk, Roman Documents from the Greek East, Baltimore, 1969, pp. 54-58, n. 10 B ). |
|
Δόγμα
τὸ κομισθὲν παρὰ τῆς συ[γκλήτου Ῥωμαίων ὑπὸ τ]ῶν ἀποσταλέντων πρεσβευτῶν
ὑπὲρ τῶν πρὸς Σαμίους· | Σέρουιος Φόλουιος Κοίντου υἱὸς στ[ρατηγὸς ὕ]πατος,
τῆι συκλήτωι συνεβουλεύσατο ἐγ κομετίωι πρὸ ἡμε-|ρῶν πέντε εἰδυιῶν Φεβροαρίων.
γραφομ̣[ένωι παρ]ῆσαν Λεύκιος Τρεμήλιος Γναίου Καμελλία, Γάιος Ἄννιος
Γαίου | Καμελλία, ν Λεύκιος Ἄννιος Λευκίου Πο[λλία. π]ερὶ ὧν Σάμιοι
πρεσβευταὶ Τηλέμαχος Μάτρωνος, Λέων Λέοντος,
| ἄνδρες κα[λοὶ κ]αὶ ἀγαθοὶ καὶ
φίλ̣οι παρὰ δ̣ήμο[υ καλοῦ] καὶ ἀγαθοῦ καὶ φίλου συμμάχου τε ἡμετέρου
ν λόγους ἐποήσαντο | κατὰ πρό[σ]ωπον πρὸς Πριην[ε]ῖς π[ερὶ χ]ώρας [καὶ
ὁρίων, ὅπως ὦσιν,] καθ̣ὼς Γναῖο{ι}ς Μάνλιος καὶ οἱ | δέκα πρεσβευταὶ
διέταξαν | μετὰ τὸν πρὸς Ἀντίοχον πόλεμον·
καὶ περὶ ὧν Πριηνεῖς πρεσβευταὶ [- - - - - - - - -]ρου,
ν Ἀνα[ξ]ι[- - - - - - - -], | [Ζ]ηνόδοτος
Ἀρ[τέμωρος ἄ]νδρες καλοὶ καὶ ἀγαθοὶ καὶ φίλοι π[αρὰ δήμου κα]λοῦ καὶ
ἀγ[αθοῦ] συμμάχου τε [ἡμετέρου] | λόγους ἐποήσα[ντο κατ]ὰ πρόσω[πον
πρ]ὸς Σαμίου[ς] περὶ χώρας καὶ περὶ ὁρίων, ὅπως οὕτω[ς ὦ]σιν, καθὼς
ὁ δῆμος ὁ Ῥοδίων | ἐκατέρων θελόν[τ]ων ἔκρινεν· περὶ τούτου τοῦ πράγματο[ς
ἀποκρι]θῆναι οὕτως ἔδοξεν· ἡμῖν οὐκ εὐχ[ερ]ές {εἶναι} ἐστιν μετα-|θεῖναι
ἃ ὁ δῆμος ὁ Ῥοδίων ἑκατέρων θελόντων κέκρι[κε κ]αὶ ὁρ[ισμὸν] πεποίηται,
τοῦ μ[ὴ] τούτωι τῶι κρίματι καὶ τού[τοις τοῖς ὁρίοις] | ἐμμείνωσιν·
τ[ούτ]ωι τε τῶι κρίματι καὶ τού[τοις τοῖς ὁρίοις ἐμμένει]ν ἔδοξεν· τούτοις
τε ξένιον εἰς ἑκάστην πρεσβείαν ἕως | ἀπὸ σηστερτίων νόμων
ἑκατὸν εἴκοσι [Σερούιος Φ]όλ[ο]υιος Κοίντου
ὕπατος τὸν ταμίαν ἀποστεῖλαι κε[λευσάτω καὶ
πραξάτω,] | καθὼς ἂν αὐτῶι ἐκ
[τ]ῶν δημοσίων πραγμάτων [καὶ τῆς ἰδίας πίσ]τε[ως
φαίνηται.] ἔδοξεν. |
|