ORATIO IMPERATORIS NERONIS DE GRAECORUM LIBERTATE
   
On Greek freedom
  
( November 28, AD 67 )
 

    
W. Dittenberger, Inscriptiones Graecae, VII, Berlin, 1892, n. 2713 ).
 

 
(I)
Αὐτοκράτωρ  Καῖσαρ  λέγει·  τῆς  εἴς  με  εὐνοί-|ας  τε  καὶ  εὐσεβείας  ἀμείψασθαι  θέλων  τὴν εὐγε-|νεστάτην Ἑλλάδα κελεύω πλείστους καθ’ ὅ[σ]ο[ν] | ἐνδέχεται ἐκ ταύτης τῆς ἐπαρχείας παρῖναι | ἰς Κόρινθον τῇ πρὸ τεσσάρων Καλανδῶν Δε-|κεμβρίων. |
(II)
συνελθόντων τῶν ὄχλων ἐν ἐκκλησίᾳ προσεφώ-|νησεν τὰ ὑπογεγραμμένα. | ἀπροσδόκητον ὑμεῖν, ἄνδρες Ἕλληνες, δωρεάν, | εἰ καὶ μηδὲν παρὰ τῆς ἐμῆς μεγαλοφροσύνης | ἀνέλπιστον, χαρίζομαι, τοσαύτην, ὅσην οὐκ ἐχωρή-|σατε αἰτεῖσθαι. πάντες οἱ τὴν Ἀχαΐαν καὶ τὴν ἕως | νῦν Πελοπόννησον κατοικοῦντες Ἕλληνες | λάβετ’ ἐλευθερίαν ἀνισφορίαν, ἣν οὐδ’ ἐν τοῖς εὐτυ-|χεστάτοις ὑμῶν πάντες χρόνοις ἔσχετε· | ἢ γὰρ ἀλλοτρίοις ἢ ἀλλήλοις ἐδουλεύσατε. | εἴθε μὲν οὖν ἀκμαζούσης τῆς Ἑλλάδος παρειχό-|μην ταύτην τὴν δωρεάν, ἵνα μου πλείονες ἀπολ-|αύωσι τῆς χάριτος· διὸ καὶ μέμφομαι τὸν αἰῶνα | προδαπανήσαντά μου τὸ μέγεθος τῆς χάριτος. | καὶ νῦν δὲ οὐ δι’ ἔλεον ὑμᾶς, ἀλλὰ δι’ εὔνοιαν εὐερ-|γετῶ, <ἀ>μείβομαι δὲ τοὺς θεοὺς ὑμῶν ὧν καὶ διὰ | γῆς καὶ διὰ θαλάττης αἰεί μου προνοουμένων πε-|πείραμαι, ὅτι μοι τηλικαῦτα εὐεργετεῖν παρέσχον. | πόλεις μὲν γὰρ καὶ ἄλλοι ἠλευθέρωσαν ἡγεμόνες, | [Νέρων δὲ ὅλη]ν̣ ἐπαρχείαν. |
(III)
ὁ ἀρχιερεὺς τῶν Σεβαστῶν διὰ βίου καὶ Νέρωνος | Κλαυδίου Καίσαρος Σεβαστοῦ Ἐπαμεινώνδας | Ἐπαμεινώνδου εἶπεν· προβεβουλευμένον ἑαυ-|τῷ εἶναι πρός τε τὴν βουλὴν καὶ τὸν δῆμον, | ἐπιδὴ ὁ τοῦ    παντὸς    κόσμου    κύριος   Νέρων,   αὐτο-|κράτωρ   μέγιστος,   δημαρχικῆς   ἐξουσίας   τὸ τρισ-|καιδέκατον  ἀποδεδειγμένος,  πατὴρ  πατρίδος,  | νέος Ἥλιος ἐπιλάμψας τοῖς Ἕλλησιν, προειρημέ-|νος εὐεργετεῖν τὴν Ἑλ<λ>άδα, ἀμειβόμενος δὲ | καὶ εὐσεβῶν τοὺς θεοὺς ἡμῶν, παριστανομένους | αὐτῷ πάντοτε ἐπὶ προνοίᾳ καὶ σωτηρίᾳ, τὴν ἀπὸ | παντὸς τοῦ αἰῶνος αὐθιγενῆ καὶ αὐτόχθονα ἐλευ-|θερίαν πρότερον ἀφαιρεθεῖσαν τῶν Ἑλλήνων εἷς | καὶ μόνος τῶν ἀπ’ αἰῶνος αὐτοκράτωρ μέγιστος | φιλέλλην γενόμενος [[Νέρων]] Ζεὺς Ἐλευθέριος ἔδω-|κεν ἐχαρίσατο ἀποκατέστησεν εἰς τὴν ἀρχαιό-|τητα τῆς αὐτονομίας καὶ ἐλευθερίας, προσθεὶς | τῇ μεγάλῃ καὶ ἀπροσδοκήτῳ δωρεᾷ καὶ ἀνεισφο-|ρίαν, ἣν οὐδεὶς τῶν πρότερον Σεβαστῶν ὁλοτελῆ | ἔδωκεν. δι’ ἃ δὴ πάντα δεδογμένον εἶναι τοῖς τε ἄρ-|χουσι καὶ συνέδροις καὶ τῷ δήμῳ, καθιερῶσαι μὲν κα-|τὰ τὸ παρὸν τὸν πρὸς τῷ Διὶ τῷ Σωτῆρι βωμὸν ἐπι-|γράφοντας "Διὶ Ἐλευθερίῳ [[Νέρων]] ι εἰς αἰῶνα", καὶ ἀγάλμα-|τα ἐν τῷ ναῷ τοῦ Ἀπόλλωνος τοῦ Πτωΐου συνκαθει-|δρύοντας τοῖς [ἡμῶν] πατρίοις θεοῖς [[Νέρωνος]] Διὸς | Ἐλευθερίου καὶ Θεᾶς Σεβαστῆς [[Μεσσαλίνης]], ἵνα | τούτων οὕτως τελεσθέντων καὶ ἡ ἡμετέρα πόλις | φαίνηται πᾶσαν τειμὴν καὶ εὐσέβειαν ἐκπεπληρω-|κυῖα εἰς τὸν τοῦ κυρίου Σεβαστοῦ [[Νέρωνος οἶκον]]. | εἶναι δὲ ἐν ἀναγραφῇ τὸ ψήφισμα παρά τε τῷ Διὶ τῷ Σω-|τῆρι ἐν τῇ ἀγορᾷ ἐν στήλῃ, καὶ ἐν τῷ ἱερῷ τοῦ Ἀπόλλω-|νος τοῦ Πτωΐου.
 

 
►  Bibliography
 
 
Dessau, Inscriptiones Latinae Selectae, Berlin, 1892-1916, n. 8794 ; Dittenberger et al., Sylloge inscriptionum Graecarum, 3rd ed., Leipzig, 1915-24, n. 814 ; Abbott & Johnson, Municipal Administration in the Roman Empire, Princeton, 1926, pp. 359-360, n. 56 ; Bourne, Coleman-Norton & Johnson, Ancient Roman Statutes, Austin, 1961, p. 147, n. 180 ; Broneer, Hesperia, 31, 1962, pp. 1-25 ;
Smallwood, Documents Illustrating the Principates of Gaius, Claudius and Nero, Cambridge, 1967, n. 64 ; Holleaux, Études d'Histoire et d'Épigraphie grecques, I, Paris, 1968, pp. 165-185 ; Temporini, Die Frauen am Hofe Trajans : E. Beitr. Zur Stellung d. Augustae im Principat, Berlin, 1978, p. 29 ; Fossey, ANRW, II, 7, 1, 1979, p. 559 ; Pavan, CRDAC, 12, 1982-83, pp. 149-165 ; Bernhardt, Polis und römische Herrschaft in der späten Republik (149-31 V. Chr.), Berlin-New York, 1985, p. 67 ; Nilsson, Geschichte der griechischen Religion : Die hellenistische und römische Zeit, München, 1988, p. 518 ; Sánchez, L'Amphictionie des Pyles et de Delphes : recherches sur son rôle historique, des origines au IIe siècle de notre ère, Stuttgart, 2001, p. 434 ; Harter-Uibopuu in Cancik & Hitzl, Die Praxis der Herrscherverehrung in Rom und seinen Provinzen, Tübingen, 2003, p. 216 ; Hallett, The Roman nude : heroic portrait statuary 200 B.C.-A.D. 300, Oxford, 2005, p. 249.
 
 
►  Source : Inscription discovered at Karditza ( = Akraiphia ), Greece, in 1887.
 


English translation