Josephus, Ant. Iud., XIV, 10, 10 (
Reinach, Paris, 1900 ).
|
<219> Δόγμα
συγκλήτου ἐκ τοῦ ταμιείου ἀντιγεγραμμένον ἐκ τῶν δέλτων τῶν δημοσίων
τῶν ταμιευτικῶν Κοίντω Ῥουτιλίω Κοίντω Κορνηλίω ταμίαις κατὰ πόλιν,
δέλτῳ δευτέρᾳ καὶ ἐκ τῶν πρώτων πρώτῃ. πρὸ τριῶν εἰδῶν Ἀπριλλίων ἐν
τῷ ναῷ τῆς Ὁμονοίας. γραφομένῳ παρῆσαν Λούκιος Καλπούρνιος Μενηνία Πείσων,
<220> Σερουίνιος Παπίνιος Λεμωνία
Κούιντος, Γάιος Κανείνιος Τηρητίνα Ῥέβιλος, Πόπλιος Τηδήτιος Λευκίου
υἱὸς Πολλία, Λεύκιος Ἀπούλιος Λευκίου υἱὸς Σεργία, Φλάβιος Λευκίου Λεμωνία,
Πόπλιος Πλαύτιος Ποπλίου Παπειρία, Μᾶρκος Σέλλιος Μάρκου Μαικία, Λεύκιος
Ἐρούκιος Λουκίου Στηλητίνα, Μᾶρκος Κούιντος Μάρκου υἱὸς Πολλία Πλανκῖνος,
<221> Πούπλιος Σέρριος Πόπλιος
Δολοβέλλας Μᾶρκος Ἀντώνιος ὕπατοι λόγους ἐποιήσαντο περὶ ὧν δόγματι
συγκλήτου Γάιος Καῖσαρ ὑπὲρ Ἰουδαίων ἔκρινεν καὶ εἰς τὸ ταμιεῖον οὐκ
ἔφθασεν ἀνενεχθῆναι, περὶ τούτων ἀρέσκει ἡμῖν γενέσθαι, ὡς καὶ Ποπλίῳ
Δολαβέλλᾳ καὶ Μάρκῳ Ἀντωνίῳ τοῖς ὑπάτοις ἔδοξεν, ἀνενεγκεῖν τε ταῦτα
εἰς δέλτους καὶ πρὸς τοὺς κατὰ πόλιν ταμίας, ὅπως φροντίσωσιν καὶ αὐτοὶ
εἰς δέλτους ἀναθεῖναι διπτύχους. <222> ἐγένετο
πρὸ πέντε εἰδῶν Φεβρουαρίων ἐν τῷ ναῷ τῆς Ὁμονοίας. οἱ δὲ πρεσβεύοντες
παρὰ Ὑρκανοῦ τοῦ ἀρχιερέως ἦσαν οὗτοι: Λυσίμαχος Παυσανίου Ἀλέξανδρος
Θεοδώρου Πάτροκλος Χαιρέου Ἰωάννης Ὀνείου. |