|
EPISTULAE
SPURII POSTUMI PRAETORIS ET SC. DE DELPHORUM AUTONOMIA Letter of Postumius an decree of the Senate on Delphian privileges ( 189 BC ) |
( J. Pouilloux, Fouilles de Delphes, III, 4, 4, Paris, 1976, n. 353 ). |
|
A. |
[Σπόριος
Ποστόμιος Λευκίου υἱὸς, στρατηγὸς Ῥωμαίων, Δελφῶν τοῖς ἄρχουσι καὶ τῆι
πόλει χαίρειν· οἱ παρ’ ὑμῶν] | [ἀποσταλέντες πρεσβευταὶ Βούλων, Θρασυκλῆς,
Ὀρέστας περὶ τῆς ἀσυλίας τοῦ ἱεροῦ καὶ τῆς πόλεως
καὶ τῆς] | [χώρας διαλεχθέντες καὶ
περὶ τῆς ἐλευθερίας καὶ ἀνεισφορίας ἠ]ξ̣ί̣ο̣υ̣ν̣ ὅπω[ς ὑμῖν ἐπιχωρηθῆι
παρὰ τοῦ δήμου τοῦ] | [Ῥωμαίων· γινώσκετε οὖν δεδογμένον τῆι συγκλήτωι
τό τ]ε̣ [ἱερὸ]ν τοῦ Ἀπόλλωνο[ς τοῦ Πυθίου ἄσυλον εἶναι καὶ τὴν] | [πόλιν
τῶν Δελφῶν καὶ τὴν χώραν καὶ Δελφοὺς αὐτονόμ]ους καὶ ἐ̣λ̣ευθέρους̣ καὶ
ἀνει[σφόρους οἰκοῦντας <καὶ πολιτεύοντας> αὐτοὺς] | [καθ’ αὑτοὺς
καὶ] κυριεύον[τας τῆς τε ἱερᾶς χώρ]ας καὶ τοῦ ἱερο̣ῦ λιμένος καθὼς πάτ[ριον
αὐτοῖς ἐξ ἀρχῆς ἦν. ὅπως] | [οὖν εἰδῆτε, ἔκρ]ινον ὑμῖν γρά[ψαι περὶ
τούτων]. | |
B. |
Σπόριος
Ποστόμιος Λευκίου υἱὸς, στρατηγὸς Ῥωμαίων, τῶι κοινῶι τῶν Ἀμφικτιόνω[ν
χαίρειν· οἱ Δελφῶν πρεσβευ]-|ταὶ Βούλων, Θρασυκλῆς, Ὀρέστας περὶ τῆς
ἀσυλίας τοῦ ἱεροῦ κα[ὶ] τῆς πόλεως καὶ τῆς [χώρας διαλεχθέντες] | καὶ
περὶ τῆς ἐλευθερίας καὶ ἀνεισφορ[ί]ας ἠξίουν ὅπως αὐτοῖς ἐπιχωρηθῇ πα[ρὰ
τοῦ δήμου τοῦ Ῥωμαίων]· | γινώσκετε οὖν δεδογμένον τῆι συγκλήτ̣ωι τό
τε ἱερὸν τοῦ Ἀπόλλωνος τοῦ Πυθίο[υ ἄσυλον εἶναι καὶ] | τὴν πόλιν τῶν
Δελφῶν καὶ τὴν χώραν καὶ Δ[ελφοὺ]ς αὐτονόμους καὶ ἐλευθέρους κ̣[αὶ ἀνεισφόρους,
οἰκοῦν]-|τας καὶ πολιτεύοντας αὐτοὺς καθ’ αὑ[τοὺς καὶ] κυριεύοντας τῆς
τε ἱερᾶς χώρ[ας καὶ τοῦ ἱεροῦ λι]-|μένος καθὼς πάτριον αὐτοῖς ἐξ ἀρχῆς
[ἦν· ὅπως] ο̣ὖν εἰδῆ̣τε, ἔκρινον ὑμῖν γράψ[αι περὶ τούτων]. | |
C. |
πρὸ
ἡμερῶν τεσσάρων νωνῶν Μαί[ων
ἐν Κομετίωι? ——] Ὀ̣κ̣τάιος
Γναίου στρατ[ηγὸς συνε]-|βουλεύσατο τῆι
συγκλήτωι· γραφ[ομένωι
παρῆσαν ——]λ̣λ̣ιος Ποπλίου
Μάνι[ος ———————] | Γάιος Ἀτίνιος Γαίου, Τεβέριο[ς —————— περὶ ὧν
Δ]ελφοὶ λόγους ἐπο[ιήσαντο περὶ ἱεροῦ] |
ἀσύλου, πόλεως ἐλευθέρ[ας καὶ
αὐτονόμου καὶ ἀνεισφόρου]· περὶ
τούτου τοῦ π[ράγματος οὕτως] | ἔδοξεν· καθὼς πρότερο[ν ————— ἡ
σύγκλητος?] ἐ̣κεκρίκει ἐκείνω[ι τῶι κρίματι ἐμμέ]-|νειν ἔδοξεν. | |
D. |
[Λ]εύκιος
Φούριος Λ[ευκίου υἱὸς,
στρατηγός —————————————————] | [Δε]λφῶν
ἐ[λευθερίας? ———————————————————————————] |
|