SC. DE
ASCLEPIADE CLAZOMENIO SOCIISQUE Decree of the Senate concerning the ancient institution of amicitia ( 78 BC ) |
( L. Moretti, Inscriptiones graecae urbis Romae, I, Roma, 1968, n. 1 ). Greek text |
ἐπὶ
ὑπάτων Κοίντου Λυτατίου Κοίντου υἱοῦ Κάτλου καὶ Μάρκου Αἰμ[ιλίου Κοίντου
υἱοῦ] | Μάρκου υἱωνοῦ Λιπέδου, στρατηγοῦ δὲ κατὰ πόλιν καὶ ἐπὶ τῶν ξένων
Λευκίου Κορνηλίου̣ [. . . . . υἱοῦ] | Σισέννα, μηνὸς
Μαίου, Κόιντος Λυτάτιος Κοίντου υἱὸς Κάτλος ὕπατος συγκλήτωι συνεβούλ[ευσεν].
| πρὸ <ἡ>μερῶν ἕνδεκα καλανδῶν Ἰουνίων ἐν κομετίωι γραφομένωι
παρῆσαν Λεύκιος Φαβέριος Λευκίου υἱὸς Σεργία, Γαῖο[ς . . . . . .
Λευ]-|κίου υἱὸς Ποπλι<λ>ία, Κόιντος Πετίλλιος Τίτου υἱὸς Σεργία.
περὶ ὧν Κόιντος Λυτάτιος Κοίντου υἱὸς Κάτ<λ>ος ὕπατος λόγους ἐποιήσατο,
Ἀ[σκληπιάδην] | Φιλίνου υἱὸν Κλαζομένιον, Πολύστρατον Πολυάρκου υἱὸν
Καρύστιον, Με<νί>σκον Εἰρηναίου τὸν γεγονότα Μενίσκον Θαργηλίου
υἱὸν Μιλήσ̣[ιον . . . . . . ] | ἐν τοῖς
πλοίοις παραγεγονέναι τοῦ πολέμου τοῦ Ἰταλικοῦ ἐναρχομένου, τούτους
ἐργασίαν ἔπανδρον καὶ πιστὴν τοῖς <δ>ημοσίοις πράγμασιν τοῖς ἡμετέρο[ις
παρεσχηκέ]-|ναι· τούτους ἑαυτὸν κατὰ τὸ τῆς συγκλήτου δόγμα εἰς τὰς
πατρίδας ἀπολῦσαι βούλεσθαι, ἐὰν αὐτῷ φαίνηται, ὅπως ὑπὲρ τῶν καλῶς
πεπραγμένων ὑπ’ αὐ[τῶν καὶ ἀνδρα]-|γα<θη>μάτων εἰς τὰ δημόσια
<π>ράγματα τὰ ἡμέτερα καταλογή τις αὐτῶν γένηται· περὶ τούτου
τοῦ πράγματος οὕτως ἔδοξεν· Ἀσκληπιάδην Φιλίνου υἱὸν Κλαζομ̣[ένιον],
| Πολύστρατον Πολυάρκου υἱὸν Καρύστιον, Μενίσκον Εἰρηναίου υἱὸν Μιλήσιον
τὸν γεγονότα Μενίσκον, ἄνωθεν δὲ Θαργηλίου vv ἄνδρας καλοὺς καὶ ἀγαθοὺς
καὶ φίλ̣[ους π]ρ̣οσ-|αγορεῦσαι· τὴ<ν σ>ύ<ν>κλητον καὶ τὸν
δῆμον τῶν Ῥωμα<ί>ων διαλανβάνειν τὴν τούτων ἐργασίαν καλ<ὴν>
καὶ ἔπανδρον καὶ πιστὴν τοῖς δημοσίοις πράγμασιν τοῖς ἡμετ[έ]ρο[ις γε]γονέναι,
| δι’ ἣ<ν> αἰτίαν τὴν σύνκλ<η>τον κρίνειν ὅπως οὗτοι τέκνα
ἔκγονοι τε αὐτῶν ἐν ταῖς ἑαυτῶν πατρίσιν ἀλειτούργητοι πάντων τῶν πραγμάτων
καὶ ἀνείσφοροι ὦσιν· εἴ τινες εἰσφ[ορα]ὶ̣ ἐκ τῶν | ὑπαρχόντων αὐτῶν
εἰσπεπραγμέναι εἰσὶν μετὰ τὸ τούτους τῶν δημοσίων πραγμάτων τῶν ἡμετέρων
χάρ<ιν> ὁρμῆσαι, ὅπως αὗται αὐτοῖς ἀποδοθῶσιν ἀποκατασταθῶσιν·
εἴ τέ τινε{ι}ς {τινες} {τη} | ἀγροὶ οἰκίαι ὑπάρχοντα αὐτῶν πέπρανται
μετὰ τὸ ἐκ τῆς πατρίδος τῶν δημοσίων πράγματων τῶν ἡμετ<έ>ρων
χάριν ὁρμῆσαι, ὅπως ταῦτα πάντα αὐτοῖς εἰς ἀκέραιον ἀποκαταστα-|θ<ῇ>.
εἴ τέ τις προθεσμία παρε<λ>ήλυθεν, ἀφ’ οὗ ἐκ τῆς πατρίδος τῶν
δημοσίων πραγμάτων τῶν ἡμετέρων χάριν <ὥ>ρμησα<ν>, μή τι
τοῦτο τὸ πράγμα αὐτοῖς βλαβερὸν γένηται | μηδέ τι αὐτοῖς διὰ ταύτην
τὴν αἰτίαν ἔλασσον ὀ<φ>είληται μηδέ τι ἔλασσον αὐτοῖς μεταπορεύεσθαι
πράσσειν ἐξῆ<ι>· ὅσαι τε κληρονομίαι αὐτοῖς ἢ τοῖς τέκνοις αὐτῶν
| παρεγένοντο, ὅπως ταύτας ἔχωσιν διακατέχω<σ>ιν καρπεύωντα<ί>
τε· ὅσα τε ἂν αὐτοὶ τέκνα ἔκγονοι γυναῖκές τε αὐτῶν παρ’ ἑτέρου μεταπορεύωνται,
ἐάν τέ τι πα-|ρ’ αὐτῶν τέκνων ἐκγόνων γυναικῶν τε αὐτῶν ἕτεροι μεταπορεύωνται,
ὅπως τούτων τέκνων <ἐκγόνων> γυναικῶν τε αὐτῶν ἐξουσία καὶ αἵρεσις
<ἦι>· ἐάν τε ἐν ταῖς πα-|τρίσιν κατὰ τοὺς ἰδίους νόμους βούλωνται
κρίνεσθαι, ἢ ἐπὶ τῶν ἡμετέρων ἀρχόντων ἢ ἐπὶ Ἰταλικῶν κριτῶν, ἐάν τε
ἐπὶ πόλεως ἐλευθέρας τῶν διὰ τέλους | ἐν τῆι φιλίαι τοῦ δήμου τοῦ Ῥωμαίων
μεμενηκυιῶν, οὗ ἂν προαιρῶνται, ὅπως ἐκεῖ τὸ κρ<ι>τήριον περὶ
τούτων τῶ{ι}ν {τῶν} πραγμάτων γίνηται· εἴ τινα κριτήρια | περὶ αὐτῶν
ἀπόντων μετὰ τὸ ἐκ τῆς πατρίδος ὁρμῆσαι γεγονότα ἐστίν, ταῦτα ὅπως εἰς
ἀκέραιον ἀποκατασταθῆι καὶ ἐξ ἀκεραίου κριτήριον κατὰ | τὸ τῆς συνκλήτου
δόγμα γένηται· εἴ τινα χρήματα αἱ πόλεις αὐτῶν δημοσίαι ὀφείλωσιν, μή
τι εἰς ταῦτα τὰ χρήματα δοῦναι ὀφείλωσιν· | ἄρχοντες ἡμέτεροι, οἵτινες
ἄν ποτε Ἀσίαν Εὔβοιαν μισθῶσιν ἢ προσόδους Ἀσίαι Εὐβοίαι ἐπ̣ιτιθῶσ<ι>ν,
φυλάξωνται μή τι οὗτοι δοῦναι ὀφείλωσιν· | ὅπως τε Κόιντος <Λ>υτάτιος,
Μάρκος Αἰμίλιος ὕπατοι ὁ ἕτερος ἢ ἀμφότεροι, ἐὰν ἀοτοῖς <φ>αίνηται,
τούτους εἰς τὸ τῶν φί<λ>ων διάταγμα ἀνενεχθ<ῆ>-|ναι φροντίσωσιν·
τούτους τε πίνα<κα> χαλκοῦν φιλίας ἐν τῶι Καπετωλίωι ἀναθεῖναι
θυσίαν τε ποιῆσαι ἐξ<ῆ>ι, ξένιά τε αὐτοῖς κατὰ <τ>ὸ διάτα-|γμα
τόπον παροχήν τε τὸν ταμίαν τὸν κατὰ πόλιν τούτοις μισθῶσαι ἀποστ<εῖ>λαί
τε κελεύ<σ>ωσιν· ἐάν τε περὶ τῶν ἰδίων πραγμάτων | πρεσβευτὰς
πρὸς τὴν σύγκλητον ἀποστέλλειν αὐτοί τε παραγ̣ί̣νεσθαι προαιρῶνται,
ὅπως αὐτοῖς τέκ<ν>οις ἐκγόνοις τε αὐτῶν | πρεσβευταῖς παραγ̣ί̣νεσθαι
καὶ ἀποστέ<λ>λειν τε ἐξῆι· ὅπως τε Κόιντος Λυτάτιος, Μάρκος Αἰμίλιος
ὕπατοι ὁ ἕτερος ἢ ἀμφότεροι, | ἐὰν αὐτοῖς φαίνηται, γράμματα πρὸς τοὺς
ἄρχοντας τοὺς ἡμετέρους, οἵτινες Ἀσίαν Μακεδονίαν ἐπαρχείας <δ>ιακατέχουσιν
| καὶ πρὸς τοὺς ἄρχοντας αὐτῶν ἀποστείλωσιν τὴν σύνκ<λ>ητον θέ<λ>ειν
καὶ δίκαιον ἡγεῖσθαι{ς} ταῦ{ι}τα οὕτω γ̣ί̣νεσθαι, | οὕτως ὡς ἐκ τῶν
δημοσίων πραγμάτων πίστεώς τε τῆς ἰδίας φα<ί>νηται. ἔδοξεν. Ἀσκληπιάδου
τοῦ Φιλίνου Κλαζομενίο̣υ̣· Πολυστράτου τοῦ Πολυάρκου | Καρυστίου· Μενίσκου
τοῦ Εἰρηναίου Μιλησίου. |
|