DE
VECTIGALIBUS EXIGENDIS A SENIORIBUS VICI Tax on beer and sheep-tax ( Sept. 28 – Oct. 27, AD 136 ) |
P. Lond. II, 255 = W. Chr. 272 ( Duke Data Bank of Documentary Papyri ). |
Σοκμῆνις
Σοκμήνεως καὶ Ἀπίων | Ἡρακλείδου [καὶ] Ἁτρῆς Πεθέως καὶ Ἀπολ-|λώνιος
Διοδώρου καὶ Πασόξις Ἡρᾶτος | καὶ Ὡρίων Ὡρίωνος καὶ Πτολλίων | Χαιρήμονος
καὶ Ἥρων Καλλίου | καὶ Ἥρων Ἡρακλείδου καὶ Σαραπᾶς | Μύσθου καὶ οἱ λοιπ(οὶ)
πρεσ(βύτεροι) κώμης | Καρ(ανίδος) τοῦ κ (ἔτους) Ἁδριανοῦ Καίσαρος |
τοῦ κυρίου Ὡρίωνι Ὡρίωνος χα(ίρειν). | ἐπεὶ συνεστάκαμέν σοι ἀνθ᾽ ὑμῶ[ν]
| πρακτορεύειν καὶ χειρίζειν τήν τε | ζυτηρὰν καὶ φόρον προβάτων καὶ
ἄλ-|λων εἰδῶν τῆς αὐτῆς κώμης, | ἐπρακτόρευσας καὶ ἐχείρισας μέ-|[χ]ρι
ἕως Φαῶφι μηνὸς τοῦ κα (ἔτους) | καὶ αὐτοῦ τοῦ Φαῶφι, [τ]ὰς μὲν τῆς
| ζυτηρᾶς ἐπὶ τὴν δημοσίαν τράπε-|ζαν, τὰς δὲ τοῦ φόρου τῶν προβά-|των
εἰς [τ]ὴν ἐπὶ τούτοις τράπεζα[ν], | καὶ οὐδέν [σ]οι ἐνκαλοῦμεν περὶ
| τούτων. Πασό̣ξις Ἡρᾶτος διὰ τοῦ | πατρ[ὸς] Ἡρ[ᾶ]ς
οὐδὲν ἐ<γ>καλῶ καθὼς π[ρόκ(ειται)].
| Ἀπ[ολ]λ[ώ]ν[ι]ος Διοδώρου οὐδὲ[ν] | ἐν[κ]αλ[ῶ].
Ἀπίων Ἡρακλείδου | οὐδ[ὲν] ἐνκαλῶ καθὼς πρό-|[κ]ειται. |
|