EMPTIO
CAMELI Sale of a camel ( February 19, AD 152 ) |
SPP XXII, 48 ( Duke Data Bank of Documentary Papyri ). |
ἀντί[γρ(αφον)]
πράσεως. | ἔτους πεντεκαιδεκάτου Αὐτοκράτο[ρος] | Καίσαρ[ο]ς Τίτου Αἰλίου
Ἁδριανοῦ Ἀντω[νίνο]υ | [Σ]εβαστοῦ \Εὐσεβοῦς/ μη[ν]ὸς Ξανδικοῦ κδ Μ[εχεὶρ
κδ] | [ἐ]ν Διονυσιάδ[ι] τῇ πρὸς τοῖς χαλκωρυ[χίοις | τῆς Θεμίσ[τ]ου
μερίδ[ο]ς τοῦ Ἀρσινοί[του νομοῦ]. | ὁμολογεῖ Διδ[ύ]μη Πετεσούχου τ[οῦ]
Π[αποῦτ]ος | ἀπὸ κώμης Διονυσιά[δος ὡς ἐτῶν πεντήκο]ν-|τα ἄσημος μετὰ
κυρίου τοῦ ἀνδρὸς [Ἀγχορίμ]-|φιος το[ῦ] Παποῦτο(ς) ὡς ἐτῶν ἑξήκοντ[α
οὐλὴ] δα-|κτ[ύλῳ π]ρώτῳ χειρὸς ἀριστερᾶς Ἁρπαγά[θῃ ὡς ἐτῶ]ν | ἑξήκ[ον]τα
οὐ[λ]ὴ ὀφρύι δεξιᾷ καὶ Σατ[αβοῦτ]ι | ὡς ἐτ[ῶν] πεντήκοντα <οὐλὴ>
πήχει ἀρισ\τ/ερῷ [ἀμφο]τέ-|ροις [Σατα]βοῦτος τοῦ Ἁρπαγάθου ἀπὸ κώ[μης]
| Σοκν[οπ]αίου Νήσου Ἡρακ[λ]είδ[ο]υ μερίδ[ος πε]πρα-|κένα[ι] τ[ὴ]ν ὁμολογοῦσαν
Διδύμη[ν τῷ Ἁρπα]γά-|θῃ καὶ [Σα]ταβοῦτι κοινῶς ἐξ [ἴσο]υ ἀπὸ [τοῦ νῦ]ν
| διὰ π[α]ντὸς τὴν ὑπάρχουσαν α[ὐ]τῇ [Διδύ]μῃ | κάμηλον μίαν τελείαν
θήλειαν [μελαίν]ην | κεχαραγμένην ἐπὶ τῷ δεξιῷ [μηρῷ] | θῆτα εἶ καὶ
νῦ ἦτα καὶ ἐπὶ τῇ δεξιᾷ σι[αγό]νι | κὰκ αλ ἄλφ\α/ ἣν καὶ παρείληφαν
[ὅ τ]ε | Ἁρπαγάθης καὶ Σαταβοῦς ταύτην τοια[ύτην] | ἀναπόρριφον ἀφ᾽
ὧν ἔχει Διδύμη ἐ[ν ἀπογρα]-|φῇ καμήλων ἐπὶ κώμῃ Διονυσιά[δι καὶ] | ἀπέχει\ν/
τὴν Διδύμην παρὰ τοῦ Ἁρ[παγάθου] | καὶ Σατα[β]οῦτος τὴν συνπεφωνημ[ένην]
| τιμὴν μετ᾽ ἐμοῦ κοινὴν ἀργυρίου δ[ραχ]μ[ὰς] | ὀκτα[κοσ]ίας παραχρῆμα
καὶ βεβαιώ[σειν τ]ὴν | Διδύμην πάσῃ βεβαιώσει
καὶ ἀπὸ δημ[οσίων] | ταύ[της μέ]χρι τοῦ ἐνεστῶτος
πεν[τεκαιδεκά]-|του ἔ[τ]ου[ς] καὶ αὐτ[ο]ῦ καὶ ἐπάναγκον τὸν Ἁρπα-|γάθην
καὶ Σαταβοῦν ταύτην ἀπογρά[ψεσθαι] | ἐν τῇ τῶν καμήλων ἀπογραφ[ῇ τοῦ]
| εἰσιόντος ἑκκαιδεκάτου ἔτους ἐ[π᾽ ὀνόμα]-|τος [α]ὐτῶν ἐπὶ κώμης Σοκνοπ[αί(ου)
Νή(σου)] | καὶ ἀποδώσειν αὐτοὺς τὰ ἀπὸ τοῦ ἕκ[του καὶ δε]-|κάτου ἔτ[ου]ς
δημόσια. |
|