STIPULATIO
AQUILIANA Aquilian stipulation ( July 16, AD 647 ) |
SB I, 5763 = SB VI, 8988 ( Duke Data Bank of Documentary Papyri ). |
[†]
ἐν ὀνόματι τῆς ἁγίας ὁμοουσίου καὶ ζωοποιοῦ τριάδος, πατρὸς καὶ [υ]ἱοῦ
καὶ [ἁγίου] | [πνεύματος] ..η μηνὶ Ἐπεὶφ εἰκάδι δευτέρᾳ τῆς ἕκτης
ἰνδ(ικτί)ο(νος) ἐν Ἀπ[ό]λλ̣[ω-]|[νος] πόλει †.
τὴν παροῦσαν Ἀκυλιανὴν καὶ περιεκτικὴν [καὶ] | διαλυτικὴν ἀμεριμνείαν
πάσης ἑτέρας ἀσφαλείας δύναμιν | ἔχουσ[α]ν τίθετα[ι] καὶ ποιεῖται ἐπ᾽
ἀγορᾶς ταύτ̣ης τῆς ἄνω Ἀπόλλωνος | Ἰωάννης ὁ εὐλαβέστατος
διάκονος, υἱὸς τοῦ μακαρίτου Ἀβρααμίου, | εἰς Φιλήμωνα
καὶ Θέκλα[ν σύ]μβιον αὐτοῦ, θυγατέρα ἄπα Δίου, οἱ ἀμφότεροι | ὁρμώμενοι
ἐκ ταύτης τῆς ἄ̣ν̣ω Ἀπόλλωνος.
† καὶ ἔστιν | ὡς ὁ ἐφεξῆς σαφηνίζει λόγος·
πρὸ ἱκανοῦ χρόνου ἤτοι πρὸ τῆς | [τῶν] Περσῶν ἀφίξεως Θέκλα, ἡ μακαρία
θυγάτηρ Ἰακόβου Κᾶνα | [ὑπέθ]ετο Φιλήμωνι καὶ Θέκλᾳ τῇ αὐτοῦ συμβίῳ
δι᾽ ἐγγράφου ὑποθηκιμαίας | ἀσφαλείας, δύναμιν
ἐχούσης μετὰ τὴν τεταγμένην ἐν αὐτῇ προθεσμίαν, | τελείας ἀποταγῆς τὸ
ὁλόκληρον αὐτῆς μέρος ἀπὸ τῆς οἰκίας τῶν κληρο(νόμων) ρο( ) | Κ[α]ραύνη
διακειμένης ἐν τῷ ὑψώματι τῆς πόλεως κατὰ κοινωνίαν | Φιλήμωνος καὶ
τῆς συμβίου [αὐ]τ̣[οῦ] εἰ̣ς̣ τ̣ὸ ὑπόλοιπον μέρος τῆς τοιαύτης | ἐ̣π.... ο̣ἰ̣κ̣ί̣α̣ς̣.
τῶν οὖν εἰρη̣[μέ]νων Φιλήμωνος καὶ Θέκλης συμβίου αὐτοῦ | ἐπὶ νομῆς
καὶ δεσποτείας γεγονότων ἔκτοτε τοῦ αὐτοῦ μέρους Θέκλης τῆς | μακαρίας
πρὸς τω ὑπολοιπω ἀνήκοντι αὐτοῖς μέρει εἰς ἀναπλήρωσιν τῆς | [ὅλης]
οἰκίας ἀκολούθως τῇ ὑπ᾽ αὐτοὺς νομῇ τε καὶ
δεσποτείᾳ τοῦ πολλάκις | [εἰρη]μένου μέρους Θέκλης τῆς μακαρίας μεχρὶ
τῆς τελευτῆς αὐτῆς, καὶ μετὰ | τὴν αὐτῆς Θέκλης τελευτήν, ὡς ἔδοξεν,
Ἰωάννῃ τῷ εὐλαβεστάτῳ διακόνῳ, | ἀπέσπασεν τὴν ὑπ᾽
αὐτοὺς νομὴν καὶ δεσποτείαν τοῦ αὐτοῦ μέρους οἰκίας | Θέκλης τῆς μακαρίας
διὰ τῆς χειρὸς Μηνᾶ Μουσαίου ἀπαιτητοῦ, | [ὥστ]ε̣ ἀναγκασθῆναι αὐτοὺς
πάντα ἐᾶσαι μετὰ πάντων καὶ κατελθεῖν ἐν τῇ | [Ὀξυρυ]γχιτῶν πόλει καὶ
λαβεῖν παρὰ τῶν αὐτῆς Θέκλης κληρονόμων διαγόντων | ἐκεῖσε τελείαν πρᾶσιν
τοῦ τοιούτου ὑποτεθέντος αὐτοῖς μέρους οἰκίας εἰς
| [βεβα]ί̣ωσιν ἐντελεστέραν αὐτῶν.
καὶ δὴ ἀνελθόντες ἐκίνησαν
τῷ εἰρημένῳ | [εὐ]λαβεστάτῳ ἀνδρὶ βουλόμενοι τῆς οἰκείας ἐπὶ νομῆς γενέσθαι
κατὰ | τὸ ἀρχαῖον σχῆμα. καὶ πολλῶν λαληθέντων τέλος ἔδοξεν ὥστε αὐτοὺς
| ἀκουσθῆναι πρὸς ἀλλήλους παρὰ Μαρίνῳ καὶ Μαρκιανῷ τοῖς περιβλέπτοις
| πολιτευομένοις ταύτης τῆς πόλεως, τοῖς καὶ κοινῶς ἐπελεχθεῖσιν | παρ᾽
ἀμφοτέρων αὐτῶν καὶ δικαιολογιῶν πολλῶν γενομένων ἐπὶ | ἱκανὰς ἡμέρας
καὶ ἀποταξαμένων αὐτῶν ταῖς αὐτῶν ἀμφοτέρων | δ[ι]καιολογίαις μεθ᾽
ὑπογραφῆς τῶν ἀμφοτέρων αὐτῶν, | [ε]ἰς ἑαυτὸν ἐλθὼν Ἰωάννης ὁ εὐλαβέστατος
διάκονος μαθὼν | μάλιστα μηδεν δίκαιον λόγον ἔχειν πρὸς αὐτοὺς ἐκ τῶν
μεθ᾽ | ὑπογραφῆς αὐτοῦ δικαιολογιῶν, μᾶλλον
δὲ σκεψάμενος συμφέρον | αὐτῷ εἶναι διαλῦσαι πρὸς αὐτούς, πληροφορη[θ]εὶς
μάλιστα ἐκ τῆς δυνάμεως | τῆς ἐμφανεισθείσης τοῖς αὐτοῖς περι[β]λέπτοις
δικασταῖς καθαρᾶς | πράσεως καὶ συνεῖδεν ἀποτάξασθαι καὶ ἐλευθερωθῆναι
τῆς | τοιαύτης ἐναγωγῆς, εὐλαβούμενος μὴ πρὸς τῇ τοιαύτῃ τῆς | δίκης
συντριβῇ ζημιωθῇ καὶ τοὺς μισθοὺς τῶν δικαστῶν. | ε[ἰ]κότως οὖν καὶ
ἀσμένως ἐπὶ ταύτην ἐλήλυθεν τὴν | ἔγγραφον Ἀκυλιανὴν ἀμεριμνείαν ὁ αὐτὸς
εὐλαβέστατος | Ἰωάννης, δι᾽ ἧς ὁμολογεῖ καὶ
ὡμολόγησεν, παρὼν ἐν δημοσίῳ | τόπῳ, πρότερον ἐν εἰδήσει ἀποταξάμενος
καὶ ἀποταττόμενος | π[άσ]ῃ ἐκ νόμων βοηθείᾳ καὶ παντὶ προνομίῳ καὶ δόγματι
καὶ pribiligio | καὶ πάσῃ φόρου παραγραφῇ καὶ οἱᾳδήποτε δικαιολογίᾳ
ἁρμοζούσῃ | αὐτῷ ἢ ἁρμόσαι δυνησομένῃ, ἑκὼν δὲ καὶ πεπεισμένος, αὐτο-|προαιρέτῳ
βουλήσει καὶ ἀνενδοιάστῳ λογισμῷ, δίχα δόλου | τινος καὶ χλευῆς καὶ
βίας καὶ ἀπάτης καὶ ἀνάγκης καὶ | συναρπαγῆς, μηκέτι μηδένα λόγον ἢ
κίνησιν ἢ ἐναγωγὴν | ἔχειν ἢ ἕξειν πρὸς Φίλημα καὶ Θέκλαν σύμβιον, οὐκ
αὐτὸς Ἰωάννης, | ὁ εὐλαβέστατος διάκονος, οὐ κληρονόμοι αὐτοῦ, οὐ διάδοχοι,
οὐ διακάτοχοι, | οὐ πρὸς αὐτούς, οὐ πρὸς κληρονόμους αὐτῶν, οὐ διαδόχους,
οὐ δια-|κατόχους, περὶ τοῦ πολλάκις εἰρημένου ὁλοκλήρου μέρους οἰκίας
| τῆς αὐτῆς μακαρίας Θέκλης, φημὶ δὴ τοῦ μικροῦ συμποσίου | ἐπάνω τῆς
πυλῶνος τῆς αὐτῆς οἰκίας καὶ τοῦ ἀέρος αὐτοῦ | ἄχρι καὶ αὐτοῦ καὶ τοῦ
μικροῦ κελλίου ἤτοί ποτε αἰθρίου ἀνεῳγμένου | ἐπ᾽
ἀπηλιώτην ἐπὶ τὸν πέσσον καὶ τοῦ ἐπάνω αὐτοῦ κοιτῶνος | καὶ τοῦ ἀέρος
αὐτοῦ μετὰ παντὸς τοῦ καθ᾽ οἱονδήποτε τρόπον
| αὐτῶν δικαίου καὶ χρηστηρίων ἤτοι παντοίων κοινωνιμαίων | τόπων ἄνω
τε καὶ κάτω τῆς αὐτῆς ἁπάσης οἰκίας, διὰ τὸ | τελείως ἀπηλλάχθαι αὐτὸν
πρὸς αὐτοὺς οἷα μάλιστα | αὐτοῦ φανέντος κατὰ πολλοὺς τρόπους μὴ ἔχοντος
οἱον-|δήποτε εὔλογον, εἰ δὲ ἐγγράφως εἰ δὲ ἀγράφως, πρὸς | αὐτοὺς περὶ
ὧν ἐπήγαγεν αὐτοῖς, ἤτοι τοῦ μέρους οἰκίας | Θέκλης, τῆς πολλάκις προμνημονευθείσης
μακαρίας, | ἢ περὶ μέρους αὐτοῦ ἢ νομῆς ἢ δεσπο[τ]είας ἢ χ(ρήσ)εως |
ἢ οἰκήσεως, καὶ ὥστε αὐτὸν Ἰωάννην τὸν εὐλαβέστ(ατον) διά(κονον) | καὶ
πάντας τοὺς μετ᾽ αὐτοῦ ἤτοι αὐτοῦ κληρονόμους
παντοίους, | ἐμμένειν καὶ στέρξαι τῇ δυνάμει τῆς παρούσης Ἀκυλιανῆς
| διαλύσεως, καὶ μηδὲν πάντων τῶν ἐμπεριεχομένων αὐτῇ | παρασαλεύειν
πώποτε καιρῷ ἢ χρόνῳ ἢ καὶ κινῆσαι ἔτι πρὸς | αὐτοὺς τὸ σύνολον ἢ οἱονδήποτε
ἀντιρρητικὸν λόγον προκαλέσαι | περὶ τούτου ἐν δικαστηρίῳ ἢ ἐκτὸς δικαστηρίων,
ἐν ὁρίῳ ἢ ὑπερ-|ορίῳ, κὰ̓́ν τε
δι᾽ ἑαυτοῦ ἢ δι᾽
ἐντολέως ἢ διὰ παρενθέτου | προσώπου ἐπωμόσατο τὴν ἁγίαν καὶ ὁμοούσιον
τριάδα | καὶ τὴν βασιλικὴν σωτηρίαν, οὐ μὴν καὶ κατὰ τοῦ περι-|βεβλημένου
αὐτῷ ἱερατικοῦ σχήματος. καὶ ὅτι εἴπερ | δόξῃ αὐτῷ ἤ τινι αὐτοῦ καθ᾽
οἱονδήποτε τρόπον ἢ καιρὸν | ἢ χρόνον τι βούλεσθαι παρασαλεύειν ἢ παρατιτρώσκειν
| πάντων τῶν ἐμφερομένων ταύτῃ τῇ Ἀκυλιανῇ διαλύσει, | ἐφ᾽
ᾧ πάντα τὸν τοιοῦτό τι διαπράξασθαι τολμήσοντα | πρωτοτύπως μὲν ἔνοχον
ἔσεσθαι τῷ τῆς ἐπιορκίας | ἐγκλήματί τε καὶ κινδύνῳ, παρασχεῖν δὲ τῷ
μέρει | Φιλήμωνος καὶ Θέκλης συμβίου αὐτοῦ ὑπὲρ μόνης τῆς | ἐπιχειρήσεως
καὶ παραβάσεως χρυσοῦ νομίσματα | δώδεκα ὄβρυζα, ζύγῳ Ἀπόλλωνος, λόγῳ
προστίμου, | καὶ μόνου. καὶ μετὰ τὴν τοῦ τοιούτου προστίμου καταβολὴν
| εἰ πρὸς ἀπαίτησιν ἁρμόσοι, ἐρρῶσθαι διὰ παντὸς τὴν | παροῦσαν Ἀκυλιανὴν
διάλυσιν, ἣν ὑπερέθετο εἰς | ἀσφάλειαν αὐτῶν καὶ
τῶν κληρονόμων αὐτῶν κυρίαν
| οὖσαν καὶ βεβαίαν
καὶ ἔννομον πανταχοῦ προφερο(μένην), | ἐν δημοσίῳ
ἀρχείῳ γεγενημένην καὶ κατὰ νόμους | τετελιωμένην, καθὼς καὶ εἰς τὰ
προγεγραμμένα | πάντα ἐπερωτηθεὶς καλῶς ἔχειν ὡμολόγησεν. †
| καὶ τούτου δήλου ὄντος ὥστε αὐτὸν Ἰωάννην, τὸν εὐλαβέστ(ατον) | διάκονον
μὴ δύνασθαι ἐνάξαι αὐτοῖς καὶ περὶ ὧν φησιν | ἐνήγαγεν αὐτοῖς ἐν ταῖς
αὐτοῦ δικαιολογίαις οἰκοσκευῶν | τῆς αὐτῆς μακαρίας Θέκλης, διὰ τὸ φανῆναι
αὐτὸν | ἀκαίρως καὶ περὶ τούτων ἐνάξαντα, καὶ ὅτι μὴ εὑρεθέντων | αὐτῶν
Φιλήμωνος καὶ τῆς αὐτοῦ συμβίου τι τῶν τοιούτων κομισαμένων | τὸ σύνολον.
†
†
(hand 2) Ἰωάννης ἐλάχ(ιστο)ς διάκ(ονος) υἱὸς τοῦ μακαρίτου
Ἀβρααμίου, ὁ προγεγραμμένος, | ἐθέμην τὴν παροῦσαν διαλυτικὴν ὁμολογίαν
κατὰ πᾶσαν τὴν ἐμφερομένην αὐτῇ δύναμιν, | ὀμώσας καὶ των θεῖων ὅρκων
καὶ τὸ ἐκ παραβάσεως πρόστιμον τῶν νομισμάτων δώδεκα | ὁμολογήσας, καὶ
στοιχεῖ μοι πάντα τὰ ἐγγεγραμμένα ὡς πρόκειται. †
†
(hand 3) Ἀνθέμι̣ος, υἱὸ[ς] τ[οῦ] | μακαρίτου Γεωργίου
μαρτυρῶ τῇ παρούσῃ Ἀκυλιανῇ διαλύσει ἐξ | αἰτήσεως τοῦ θεμένου. †
†
(hand 4) Ἀριστόβουλος Ἀρεοβίνδα μαρτυρῶ | τῇ παρούσῃ Ἀκυλιανῇ
διαλύσει ἐξ αἰτήσεως τοῦ θεμένου †.
| (hand 5) †
†
Θεοδόσιος Μάρκου μαρτυρῶ τῇ παρούσῃ Ἀκυλιανῇ διαλύσει ἐξ αἰτήσεως |
τοῦ θεμένου. †
(hand 6) Θεοφύλακτος Ἀριστοφάνους τοῦ μακαρ(ί)τ(ου) μαρτυρῶ
| τῇ παρούσῃ [Ἀ]κ[υλ]ι̣α̣[ν]ῇ διαλύσει κατ̣᾽
αἴτησιν τοῦ θεμένου. †
| (hand 7) †
Ἰωάννης [......]...ρ.. †
μαρτυρῶ τῇ παρούσῃ Ἀκυλιανῇ διαλύ[σ]ει | ἐξ αἰτήσε[ως τοῦ θεμέ]νου.
†
| (hand 1) †
δι᾽ ἐμοῦ Ἰωάννου νομικοῦ ἐγρ(άφη). | ((tachygraphic-marks))
| ((tachygraphic-marks)) | ((tachygraphic-marks))
| ((tachygraphic-marks)) |
|