CONVENTIO
NUPTIALIS Marriage contract ( October 19, AD 66 ) |
P. Ryl. II, 154 = Sel. Pap. I, 4 ( Duke Data Bank of Documentary Papyri ). |
[ἀν]τίγραφον
[συνγραφῆ]ς. (ἔτους) ιγ Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ
Αὐτοκράτορο(ς) | [μη]νὸς Ἀπελλα[ίου κβ Φαῶ]φι κβ, ἐν Βακχ[ι]ά̣δι̣ τῆ[ς
Ἡρ]ακλείδου μερί[δο]ς τοῦ Ἀρσινοίτου ν[ο]μ̣ο̣ῦ̣. [ὁμ]ολογεῖ | [Χαι]ρήμων
Ἀπολ[λωνίου Π]έρσης τῆς ἐπιγονῆ[ς] ὡς (ἐτῶν) λδ οὐλὴ ῥινὶ μ[έ]σηι Σισόιτι
Πετεή̣σ̣[ι]ο̣ς̣ [ὡς] (ἐτῶν) οα | [οὐλ]ὴ ὀφρύι ἀριστε[ρᾶι ἔχειν] παρ᾽
αὐτοῦ ἐπὶ τῆ[ι αὐ]τοῦ θυγατρὶ προούση[ι] κ̣[αὶ] συνούσηι τοῦ Χα[ιρήμονος]
γ̣υ̣ν̣α̣ι̣κ̣ὶ̣ | [Θαι]σαρίωι φερνῆς̣ [ἀργυ]ρί[ο]υ ἐπισήμου δραχμὰς [ἑκατὸ]ν
καὶ παραφέρνων ἐν[ωτ]ί̣ων χρυσῶν ζε[ῦγος τετά]ρ̣τ̣ω̣ν̣ | [τεσσ]ά̣ρων
καὶ μη̣[νίσκο]ν̣ [χρυ]σ̣οῦν τετάρτων [τριῶ]ν καὶ δακτύλια χ[ρυσᾶ] δύο
τετάρτων [δ]ύ̣[ο καὶ] ψ̣ελ̣[ί]ω̣ν̣ | [ἀργ]υ̣ρῶν ζεῦγος ὁ[λκῆς] ἀσήμου
δραχμῶν τεσσ[αρ]άκοντα τεσσάρων καὶ κλάνια δύο ὁλκῆς
ἀσ[ή]μ[ου δρα]χμῶν | [δέ]κ̣α̣ ἓξ
καὶ ἱμα[τίω]ν̣ σ[τ]ολὰ[ς] δύο ,
λευκὴν μίαν [ναρ]κ[ι]σσίνην μίαν , καὶ πάλλ[ι]α πέντα
καὶ χαλκώ̣μ̣[ατ]α καὶ | [..]λουτρίδιον, ἐ̣[πὶ τ]ὸ αὐτὸ μνῶν τεσσάρων ,
[κ]α[ὶ] ἄνευ σταθμοῦ ἑδρύσ[κ]α[ι] χαλκαῖ δύο καὶ κα̣σσ̣ι[τέρο]υ μναῖ̣
| [πέν]τε , καὶ ἄνευ δι̣[ατ]ι̣μή̣σ̣[ε]ως εἰς
καρπίαν κ[α]ὶ ἐν̣ πρ̣[οσφ]ορᾷ
ἀπ[ὸ] τοῦ ἐνεστῶτος ιγ (ἔτους) [Ν]έρων[ος Κλ]α[υδίου]
| [Καί]σαρος Σεβασ[το]ῦ Γερμανικοῦ Αὐτοκράτορος τὸν ὑπάρχοντα αὐτῶι
Σισ[όι]τι περὶ Βακχιάδα κ[λῆρ]ον | [κατ]οικικὸν ἀρο[υ]ρῶν δέκα ἡμίσους
τετάρτου ἐν δυσὶ σφραγῖσι ἀ̣φ᾽
ὧν ἐν τῶι λεγομέν[ωι] Σ̣αδήι [κλ]ήρ[ο]υ
| [ἄρο]υραι ἑπτὰ ἥμισ[υ τ]έτ[α]ρτον , ὧν
γείτονες το̣ύτ̣[ω]ν̣ νότου πρότε[ρ]ον Ἡρα[κλεί]δου τοῦ Ζωί̣[λο]υ κλῆρ[ος
βορρᾶ] | [Ἀπολ]λωνίου τοῦ Στράτωνος κλῆρος λιβὸς διῶρυξ λεγομένη Ἀρχείου
δι᾽ οὗ ἀποχεῖται ὁ κλῆρ[ο]ς ἀπ[η]-|[λιώ]του
Πεθεῦτο[ς] τοῦ Πτόλλιδος κλῆρος, ἀνὰ μέσον
ὄντος κοινοῦ ὑδραγωγοῦ δι᾽
ἧς ποτίζεται [ὁ] κλῆ[ρος,] | [τῆ]ς δὲ δευτέρας σφ[ρ]αγῖδος τῶν λοιπῶν
ἀρουρῶν τριῶν ἐν τῶι λεγομένωι Πιενηούιος, γε[ί]τονε[ς] | [δὲ] καὶ τούτων
νό[του] Βακχί̣[ο]νος τοῦ Ἀμμω[νίου] κλῆρος β[ορρ]ᾶ Πα[....]εῦτος τ[οῦ ..].
ι̣ν̣[.....] | [κλ]ῆ̣ρ̣ο̣ς λιβὸς διῶρυξ εἰς ἣν
εἰσχεῖτα[ι] ὁ κλῆρ[ος] ἀπηλιώτου Π̣[ι]σ̣ιστρά[το]υ κλῆρος.
συμ̣[β]ιούτω[σαν ο]ὖν | [ἑα]υ̣τ̣ο̣ῖς ἀλλήλο[ις
ο]ἱ γ[α]μοῦντες ἥ τε Θαισάριον καὶ
ὁ Χα[ι]ρήμων ἀμεμψιμοιρήτως καθότι π̣[ρότ]ε̣ρο̣ν̣ | [συ]νεβίουν, τοῦ
Χ[αιρ]ήμονος ἄγοντος τὰ κατ᾽ ἔ[το]ς
γεωργικὰ ἔργα πάντα τῶν τῆς προσφορᾶς κλή[ρ]ου | [ἀρο]υρῶν δέκα ἡμίσ[ο]υς
τετάρτου καὶ κατασπείροντος καὶ ἀποφέροντος τὰ περιεσόμεν[α] ἐκ τ[ού]-|[τω]ν
κατ᾽ ἔτος γενήματα καὶ ἐπιγενήματα
ἀπ[ὸ] τοῦ αὐτοῦ ἐνεστῶ[τος] ἔτους καὶ ε[ἰ]σφέρ[ον]τος | [εἰς] τὸν κοινὸν
τῆς [σ]υμβιώσεως οἶκον κα[ὶ τ]ελοῦντος τὰ ὑπὲρ τούτων κατ᾽
ἔτ[ο]ς δημόσια [πά]ντα | [σι]τικά τε καὶ ἀργυρι[κ]ὰ ἀπὸ τοῦ αὐτοῦ ἐνεστῶτος
ἔτους. ἐὰν δὲ διαφορᾶς αὐτοῖς γεναμένης | [χ]ωρίζωνται ἀπ᾽
ἀλλήλων, ἤτοι τοῦ Χαιρήμονος ἀποπέμποντος τ[ὴ]ν Θαισάριον ἢ καὶ αὐτῆς
ἑκουσίω[ς] | [ἀ]παλλασσομέν[η]ς [ἀ]π᾽
αὐτοῦ, ἔστω τοῦ τῆ[ς] Θα[ι]σαρ[ί]ου πατρὸς Σισόιτος, ἐὰ[ν] δ̣ὲ̣ [ο]ὗτος
μὴ περιῆι, αὐ[τῆς] Θ̣[α]ισαρί[ου] | [ὁ] σημαινόμενο[ς κλῆρ]ος τῶν ἀρουρῶν
δ[έκα] ἡμίσους τετάρτου καθὼ[ς]
πρόκειται· ἔτι δὲ καὶ προ[σα]πο-|δώσειν
αὐτῆι ὁ Χ[αιρ]ήμων καὶ τὴν προγ[εγρα]μμένην φερνὴν καὶ τὰ παράφερνα
οἷα ἐὰν ἐκ τῆς τρί-|ψεως ἐκβῆι, ἐπ[ὶ μὲν] τῆς ἀποπομπῆς πα[ραχρῆ]μα,
ἐπὶ δὲ τῆς ἑκουσ[ίο]υ ἀπαλλαγῆς ἐν ἡμέρα[ι]ς τριά-|[κο]ντα ἀ̣φ̣᾽
ἧς ἐὰ[ν ἀπαι]τηθῆι.
ἐν ὧι δ᾽
[ἂ]ν̣ ἔτει [τὰ κατὰ] τὸν ἀπ᾽
ἀλλ[ή]λων τῶν [γα]μούντω[ν χ]ωρ[ι]σμὸ[ν] γ̣έ̣[νη]-|[τ]α̣ι̣, ἀπ[ο]μερισθ[ήσεται]
τὰ ἐκφόρια τοῦ κλήρ[ο]υ [εἰς] τὴν δωδε[κά]μην[ο]ν τ̣ὴ̣ν̣ τ̣οῦ τ̣ῆς̣
[ἀ]πο̣πλο̣κ̣ῆς ἔ̣[τους] | [κα]ὶ̣ ἕξε[ι] ὁ μὲν Χα[ιρήμω]ν κατὰ τὸ ἀνὰ
λόγον τ[ῶν μ]η̣νῶν ὧν ἐ̣ὰ̣ν̣ ἦι ἡ Θαισ[άριο]ν μεμενη̣κυῖα ἐν τῶ[ι κ]ο̣ινῶι
| [οἴκω]ι, ὁ δὲ Σισόις τὸ ἐπίλοιπον, πρ[ό]τερον ἀνταναιρεθ[έ]ντων τῶν
τοῦ κλήρου δημοσίων καὶ σπερμά[τω]ν, γει-|[νο]μένης τῆς πράξ[ε]ως τῶν
κατὰ τὴν συνγραφὴν τῶι Σισόιτι ἤ, μὴ περιόν̣[το]ς̣, τῆι Θαισαρί[ωι]
καὶ τοῖς [παρ᾽ α]ὐτῆς | [ἐκ] το̣ῦ̣
Χαιρήμ[ονο]ς καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθάπερ ἐκ δίκης. ὑπογραφεὺς
τοῦ Σ[ι]σόιτος | [....]ν̣ Ἑρμᾶτος ὡς (ἐτῶν) μ̣α οὐλ(ὴ) μετώπωι ἐκ δεξιῶν,
τοῦ Χαιρήμονος εἰδότος γ[ρά]μματα. |
|