TESTAMENTUM Will of a Hermopolite ( March 27, AD 169 ) |
P. Ryl. II, 153 ( Duke Data Bank of Documentary Papyri ). |
r |
-- -- -- -- -- -- -- -- --
| [ - ca. 13 - ]ο.[.]α̣π̣α̣..[ - ca. ? - ]
| [ - ca. 12 - ]ς κ[α]τ᾽ ἔτος ἐφ̣᾽
[ὃ]ν̣ ....[.....]ς ὁ Μάξιμος ἐπιζή[σ]ῃ μοι χ̣ρ̣ό̣ν̣ο̣ν̣
..[....]. π̣υ̣ρ̣ο̣ῦ̣ ἀρτάβας δ[έ]κα καὶ
τῷ | [....... τῷ αὐ]τ̣ῷ ἀπελευθέ[ρῳ] ...ω̣ ἐπιμ̣[έ]νοντι
ὡς προγέγραπται τῇ πατρίδι μου κατ᾽ ἔτος ἐφ᾽ ὃν καὶ αὐτὸς ἐπιζήσῃ μοι
| [χρόνον ὑπὲρ μ]ὲν τροφίων ὁ̣μ̣ο̣ί̣ω̣ς πυ[ρο]ῦ
ἀρτάβας δέκα ὑπὲρ δὲ
ἱ̣μ̣α̣τ̣ι̣σ̣μοῦ καὶ παντὸς λόγου ἀργυρίου δ[ρ]αχμὰς | [ - ca. 12 - ]
παραβάλλο̣ν̣[τα] ἐ̣ν̣ ταῖς ἐπ̣[ισ]ή̣μοις τοῦ ὄρους ἡμέραις εἰς τὸν τάφον
μου τὸν ἐπὶ τῆς ἄμμου τοῦ Σαρα-|[πιείου τοῦ ἐπὶ τ]ῆς Ἑρμοῦ π[όλ]εως
ποιοῦ[ν]τα τὰ νενομισμένα τοῖς κατοιχομένοις. ἕξει δὲ <ὁ> αὐτὸς
ἀπελεύθερος | [ - ca. 10 - ἐφ᾽] ὃν
περίεστι χρόνον ἀκ[ω]λύτως ἄνευ ἐνοικίου οἴκησιν
καὶ χρῆσιν οὗ νῦν ἔχει
τόπου ὄντος ἐπὶ τοῦ | [...... τῆς
τε]τραστέγης τ̣ῆ̣[ς ὑ]παρχού[ση]ς μοι οἰκίας καινῆς καὶ αὐλῆς καὶ ἀνηκόντων
\πάντων/ ἐν Ἑρμοῦ πόλει [ἐ]φ᾽ ἀμφόδου | Φρουρίου Λιβὸ[ς, καὶ] ἡ̣ προγεγραμμέ̣ν̣η
τε γυν[ή] μου Κλαυδία Λεοντὶς καὶ ὁ φίλος μου Μάξιμος Ἑρμείου καὶ ἡ
ὁμ[ο]μητρί-|α μου ἀδελφὴ [Ἀλί]νη Σαραπίων[ος] καὶ ὁ κατὰ μητέρα μου
ἀνεψιὸς Ἀχιλλεὺς Σαβουρίωνος τοῦ
Ἀπολλωνίου κα[ὶ] αὐτὸς εὐ-|νοήσας
ἐμα[υτῷ κ]αὶ τῷ πατρί μ̣ο̣υ̣ Ἀμμων[ί]ῳ ἐν πολλοῖς καὶ ὑπηρετήσας
πράγμασι ἡμῶν καὶ ὠφέλιμος ἡμῖν | γενόμενος [παρ]ὰ̣ τὴν ἡμῶ[ν] εἰς τοὺς
ἔξω [τό]πους ἀποδημίαν καὶ πατρί μου Ἀμμωνίῳ ἐπιδημήσαντι τῇ ἰδίᾳ, |
ᾧ πολλὴν χά[ριν] οἶδα, ἕξουσιν̣ σ̣ὺ̣ν τοῖς τοῦ \αὐ̣[τοῦ]/ ἀ̣νεψιοῦ \μου/
Ἀχιλλέως ἰδίοις πᾶσι καὶ τῷ κληρονόμῳ μου τὴν τῶν λ[οι]πῶν τό-|πων πάντων
[καὶ τ]ῶ̣ν χρηστηρίω[ν] τῆς \αὐτῆς/ καὶ προκ[ε]ιμένης οἰκίας καινῆς
καὶ αὐλῆς οἴκησιν καὶ
χρῆσιν ἐφ᾽ ὃν περίεισιν
χρόνον | ἀκωλύτως ἄν[ευ ἐ]νοικίου. κλ[η]ρονόμον δὲ̣ [τ]ῶ̣ν ἐμῶν πά\ν/των
ὧν τε νῦν ἔχω καὶ ὧν ἐὰν ἐπικτήσωμαι ἢ προσγένηταί | μοι καθ᾽ ὁνδ[ηπο]τοῦν
τρόπον καὶ πρὸς πᾶν εἶδος καὶ ἧς ἐὰν ἀπολείπω ἐνδομενίας πάσης καὶ ἀποθέτων
κ[αὶ] ἄλλων | καὶ τῶν ὀφειλο[μέν]ων μοι ἢ κα[ὶ] ὀφειληθησομένων ἀποδείκνυμι
τὸν ἀφήλικά μου υἱὸν Ἑλλάνικον ἐκ μητρὸς τῆς προγεγραμ-|μένης Κλαυδ[ίας
Λ]εοντίδος ὃ̣ν̣ κατέλιψα ἐν Ζμύρνῃ τῆς Ἀσίας
παρὰ τροφῷ θηλάζοντα, οὗ καὶ καθίστημι ἐπιτρόπους
| [ἄχ]ρ̣ι̣ ο̣ὗ̣ γένη̣[ται τῆ]ς ἐννό[μο]υ̣ [ἡ]λικίας \ὅταν/ μετὰ ταύτην
τὴν ἡλικίαν δόξῃ αὐτῷ παραγένεσθαι εἰς Ἑρμοῦ πόλιν οὓς | [οἶδα ἐπιτηδείου]ς
καὶ ἀξίου[ς τ]ῆς ἐπιτροπῆ[ς τ]οὺς προγεγραμμ[έν]ου\ς/ Μάξιμον Ἑρμαίου
φίλον μου καὶ Ἀχιλλέα Σαβου-|[ρίωνος ἀνεψιόν μο]υ ἐπὶ τῷ αὐτ[ο]ὺ̣ς̣
τρέφειν κ[αὶ] ἱματίζειν τὸν προγεγραμμένον μου υἱὸν καὶ κληρονόμον ὡς
ἐὰν αὐτοὶ δο-|[κῶσι χορηγοῦντα]ς κ[α]ὶ διδόντα̣ς̣ τοῖς προγεγ[ρ]αμμένοις
ὅσα ἑκάστῳ ἠθέλησα δοθῆναι ὡς πρόκειται ἄχρι οὗ ὁ υἱός μου | [Ἑλλάνικος
γέν]ηται τῆς ἐν[ν]όμου ἡλικία[ς ἢ] παραγένηται εἰς Ἑρμοῦ πόλιν· ἐπὰν
δὲ γένηται τῆς ἐννόμου ἡλικίας ἢ μετὰ | [ταύτην τὴν ἡλικί]αν παραγέν[η]ται
εἰς Ἑρμοῦ [π]όλιν, καὶ αὐτὸς χορηγήσει τοῖς αὐτοῖς τὰς
αὐτὰς ἐφ᾽ ὃν ἕκαστος αὐτῶν περίεστιν | [χρόνον
ὡς προγέ]γ̣ρ̣απ̣τ̣αι̣. ὅ̣σ̣[ο]υ̣ δὲ χρόνου [ἐν]οφείλεταί μοι ὀψώνια
ὑπὲρ οὗ ἔσχον ἀθλητικοῦ στεφάνου ἀπὸ τῶν ὑπαρξάντων τῆς | [Ἑρμοῦ πόλεως
καθὼς] διέταξα[ν] ὁ̣ κύριος ἡμ[ῶ]ν Ἀντωνῖνος Καῖσαρ καὶ ὁ θεὸς αὐτοῦ
πατὴρ Ἁδριανός ταῦτα οἱ προγεγραμμέ-|[νοι ἐπίτροποι τοῦ υἱοῦ] μου κα[ὶ
κ]ληρονόμ[ου μετελεύσονται καὶ προσθήσουσιν τῷ υἱῷ μου. ἄχρι δὲ οὗ ὁ
αὐτὸς υἱός μου κα[ὶ] | [κληρονόμος γένητ]αι τῆς ἐ[ννό]μου ἡλικίας ἢ
μετὰ ταύτην τὴν ἡλικίαν παραγένηται εἰς Ἑρμοῦ πόλιν, ἕξει [[δε]] προγεγρα[μ]-|[μένη
μου γυνὴ αὐ]τ̣ο̣ῦ̣ [δὲ μήτηρ] Κλαυ[δί]α Λεοντὶς τὴ̣ν̣ [τ]ῶ̣ν ἐμῶν δούλων
πάντων δουλίαν τῶν δούλων χορηγου-|[μένων ὑπὸ τῶν προγεγραμμένων ἐπιτρ]ό̣πων
τὸ μότημα [κα]ὶ̣ τὸν ἱματισμὸν ἐκ τ[ο]ῦ τοῦ υἱοῦ μου καὶ κληρονόμου
λόγου | [ - ca. 23 - ἐπὰν δὲ γένη]ται τῆς
ἐννόμου ἡλικίας ἢ καὶ μετ<ὰ> <τα>ύτην τὴν ἡλικίαν παραγένητ[α]ι
εἰς Ἑρ-|[μοῦ πόλιν, ἕξει ἡ προγεγραμμένη μήτηρ α]ὐτοῦ Κλαυδ[ί]α Λεοντὶς
ἐφ᾽ ὃν αὐτὴ περίεστιν χρόνον τὴν τῶν αὐτῶν δούλων δουλί-|[αν χορηγουμένων
ὡς προγέγραπται ὑπ]ὸ̣ μόνου το[ῦ] υἱοῦ μου. ἐπὰν δὲ ὁ μητρικός μου δοῦλος
Μύρων ἐκ μητρὸς Συρ̣ι̣-|[ - ca. 34 - ]α̣ν̣εξ̣[.....]η̣ς̣[..]
τοῖς προγεγραμμένοις τοῦ υἱοῦ μου
καὶ κληρονόμου ἐπιτρό-|[ποις - ca. 29 -]υ̣ ἀπὸ
φόρων τοῦ παρῳ̣χημένου χρόνου ἀργυρίου δραχμὰς τριακοσίας εἴκο-|[σι - ca. 11 - ].[ - ca.
20 - ] αὐτῷ περὶ ὧ[ν] ὁ πατήρ μου Ἀμμώνιος Σύρου παρὰ
τὴν ἐμὴν ἀποδημίαν ἀπε̣-|[λεύθερος ἔστω], ἐὰν δ]ὲ̣ ἀπιθῇ ὁ [Μύρων καὶ
μὴ ἀπ]οδῶι ταύτας ἐν τῇ προκειμένῃ προθεσμίᾳ κατασχεθήσεται τῷ κληρονόμῳ
| [ - ca. 12 - ]. τὴν καταχ̣[...].σ̣ο̣.[.....]ς̣,
ἐὰν βούλητ[α]ι, καὶ ὑπηρετήσει τῇ προγεγραμμένῃ μου γυναικὶ σὺν τοῖς
ἄλλοι[ς] | [μου δούλοις. ἐ]ὰν δέ, ὃ μὴ γέ[νοι]το, ἀνθρ[ώπι]νόν τι συνβῇ
τῷ υἱῷ μου καὶ κληρονόμῳ Ἑλλανίκῳ ἀτέκνῳ ὄντι καὶ μηδὲν | [ᾠκονομηκότ]ι
μηδὲ δια[θε]μένῳ περὶ̣ ὧ̣ν̣ καταλείπω αὐτῷ ἢ καὶ τέκνα
μὲν ἔχοντι ἐπιμεταλ<λ>άξῃ δὲ καὶ τὰ τέκνα | [ - ca. 9 - ἔσ]ται
πάντων τ[ῶν] ἐ[μῶ]ν̣ κληρονόμος ἡ προγεγραμμένη μου γυνὴ Κλαυδία Λεοντίς,
ἐὰν περιῇ, ποιοῦσα πάντα τὰ προγε-|[γραμμένα. ἐὰν] δὲ μὴ περι[ῇ, ἔσ]ται
ὁμοίως πάντων κλ[η]ρονόμος \ἡ προγε[γ]ραμμένη μο(υ)/ ὁμομητρία ἀδελφὴ
Ἀλίνη Σαραπίωνος ποιοῦσα καὶ | [αὐτὴ τὰ προγ]εγραμμένα. [κ]ύριος γὰρ
ὢν τῶν ἰδίων οὕτως ᾕρημαι διαθέσθαι. ἡ διαθήκη κυρία. ἐπέγραψα δὲ Εὐδαίμονι
Ἑρ̣μ̣α̣ίο(υ) | [τοῦ .. ...] μη[τρὸ]ς Ἰσιδώρας τ[ῆ]ς καὶ Τασέβθιος Τιθ̣οήους
Ἑρμοπολίτῃ ἀναγραφομένῳ ἐπ᾽ ἀμφόδου Φρουρίου Ἀπη-|λι[ώ]του φίλῳ μο̣[υ
..]πολ.( ) γράψαι ὑπὲρ ἐμο[ῦ] τῆς ὑπογραφῆς τὸ σῶμα διὰ τὴν περὶ
ἐμὲ ἀσθένειαν. μάρτυρες Τιθόις Ἀνουβίωνος | ὡς ἐτῶν τεσ[σ]αρ[άκ]οντα
πέντε μέσος μελίχ̣ρ̣ω̣ς μακροπρόσωπος εὐθύρριν
οὐλὴ παρὰ τὸν ἀριστερὸν
ὀφθα<λ>μόν. Ἑρμαῖος ὁ καὶ
| Φιβίων Ἀ̣μ̣φο[...]ω̣νος ὡς ἐτῶν τριάκοντα ἓξ μέσος εὐθύρριν οὐλὴ τραχήλῳ
ἐξ ἀριστερῶν. Σαραπίων Ἑρμίου ὡς ἐτῶν τριά-|κοντα μέσος [εὐθ]ύρριν φακὸς
ὑπὲρ ὀφρὺν ἀριστεράν. Ἑρμαῖος Πτολεμαίου ὡς ἐτῶν τεσσαράκοντα δύο μέσος
εὐθύρριν οὐλὴ | ὑπὲρ μῆλον [δ]εξιόν. Ἡρώδης Εὐτυχίδου ὡ[ς] ἐτῶν εἴκοσι
δύο μέσος εὐθύρριν οὐλὴ ῥινί. Ἑρμαῖος Ἑρμαίου ὡς ἐτῶν τριάκον-|τα πέντε
μ[έσ]ος εὐθύρριν οὐλὴ ἀντικνημίῳ δεξιῷ. (hand 2) Κλαύδιο(ς(?))
προκ(ειμένος) διὰ Διο̣(δώρου) προκ(ειμένου) ἀπ̣ὸ̣ Λ̣ιβ(ὸς) ἐπι̣γ̣( )
κυριε̣ύειν̣ τ̣ῶ̣ν̣ π̣α̣ρ̣α̣κει( ) ὄ̣ν̣τ̣ι̣ κατοι( ) π̣ω̣λ̣εῖν̣
τ̣.υ̣ς̣ κα̣τ̣᾽ ἄνδρα̣. αὐτοῦ | δ̣......κ...[..]..μο̣υ ὑπ̣ο̣...με.α̣( )
μ[..] (hand 3) Φλαύιος Ἀγα̣θ( ) Δαρείου συμφω(νῶ)
τῷ ἐπ( ). (ἔτους) θ Ἀντωνείνου καὶ Οὐήρου Κ̣αισάρων | τῶ̣ν̣ κ̣υ̣(ρίων)
Φαρ(μοῦθι) α. (hand 4) Ἀρτεμίδωρος β̣[οη(θὸς)] καὶ ὑπ(ηρέτης)
βιβλ(ιοθήκης) Ἑρμοπ(ολίτου). |
v |
[ - ca. ? - ]νίου
[ - ca. ? - ]...δ( ) Ἡρωδ( ) ....( ) |
|