QUERELLAE
VICANORUM CONTRA POSSESSORES Petition concerning the encroachment of the great landlords on the holdings of the peasants ( Sept. 29-Oct. 28, AD 207 ) |
SB I, 4284, ll. 1-17 ( Duke Data Bank of Documentary Papyri ). |
Διονυσίῳ
στρ(ατηγῷ) Ἀρσιν(οΐτου) Ἡρακλ(είδου) μερίδ[ο]ς | παρὰ Ἑριέως Στοτοήτεως
πρεσβυτέρου καὶ Παβοῦτος [Π]αβοῦ[τ]ος μητρὸς Σεγάθιος ἀρχεφόδου καὶ
Ἑριέω[ς Πα]κύσεως καὶ Ἀπύγχεως Ὡρίωνος καὶ Ἐσούρεως
Παουιτῆτος | καὶ Δημᾶ Δημᾶτος καὶ
Ὀρσεενούφεως Ἑριέ[ως] καὶ Πετ[ε]σούχου Σώτου
καὶ Ὥρου μητρὸς Θαισᾶτος καὶ Σωτηρίχου ἀπάτορος μητρὸς Θερμούθεως καὶ
Πκᾶτος Πεκύ-|σεως καὶ Πατῆτος Σαταβοῦτος καὶ Παβοῦτος Παβοῦτος καὶ Καννεῖτος
Πατῆτος καὶ Σωτᾶ Παβοῦτος καὶ Παε̣ῖτος Σαταβοῦτος καὶ Πεκύσεως Ψενήσιος
καὶ Ἀπύγχεως Ἀπύγ-|χεως καὶ Ἀβοῦτος Σαταβοῦτος καὶ Π[ακύ]σεως Ἑριέως
κ[αὶ] Που̣σ̣εῖτος Ματ̣άιτος καὶ Πακύσεως {Ματάιτ̣ος καὶ Πακύσεως} Ἀπύγχεως
καὶ Μέλανος Πακύσεως καὶ Ἀεί-|ε̣τος Καν[εῖ]τος καὶ Ἀπύγχεως Σαραπίωνος
τῶν κε καὶ τ[ῶ]ν λοιπῶν δημοσίων γεωργῶν κώμης Σοκνοπαίου Νήσου. οἱ
κύριοι ἡμῶν θειότατοι καὶ ἀήτ’τητοι | Αὐτοκράτορες Σεουῆρος καὶἈντωνεῖνος
ἀνατείλαντες [ἐ]ν <τῇ> ἑα[υ]τῶν Αἰγύπτῳ, μεθ᾽
ὧν πλείσ<τ>ων ἀγαθῶν ἐδωρήσαντο, ἠθέλησαν καὶ τοὺς ἐν ἀλλοδαπῇ
διατρίβοντας πάν-|τας κατιέναι εἰς τὴν
ἰδίαν οἰκίαν(?) ἐκ’κόψαντες τὰ βίαια
[καὶ ἄν]ομα, καὶ κατὰ τὰς ἱερὰς αὐτῶν ἐν[κελεύ]σεις κατεισήλθαμεν. ἐχομένων
οὖν ἡμῶν [τῇ] κατεργασίᾳ | τῇ ἀποκαλυφθείσῃ αἰγιαλίτι<δι> γῇ ἑκάστων
καθὸ δύναμις, Ὀρσεύς τις ἀνὴρ βίαιος καὶ αὐθάδης τυ[γχάν]ων ἐπῆλθεν
ἡμῖν σὺν ἀδελφοῖς αὐτοῦ τέτρασι κ[ω]λύων τὴν κα-|τεργασίαν καὶ κατασπορὰν
ποιεῖσθαι καὶ ἐκφοβῶν ἡμᾶς, ἵν᾽
[ἐκ το]ύ[το]υ κατὰ τὸ πρότερον εἰς τ[ὴν] ἀλλο[δ]απὴν φύγωμεν καὶ μόνοι
ἀντιποιήσωνται [τ]ῆς γῆς, δηλοῦ-|μεν
δέ σοι κύριε τὴν τούτων
βίαν. οὔτε γὰρ συνείσφοροι γ[ε]ίνονται τῶν κατὰ μῆνα γει[νο]μένων ἐν
τῇ κώμῃ ἐπιμερισμῶν τε καὶ ἐπιβολῶν σι[τ]ικῶν τε καὶ ἀρ-|γυρικῶν τελεσμάτων,
ἀλλὰ καὶ οὐσία ἐστὶν ὑπὲρ ἧς κατ᾽
ἔτος διαγράφ[ομε]ν μόνοι ἡμεῖς δραχμὰς δισχιλίας τετρακοσίας καὶ μόνων
τούτων τὰ τετράποδα πλεῖ-|στα ὄντα τὰς ν[ο]μὰς ποιεῖται. καὶ οὐδεπώποτε
ἐλειτούργησαν ἐ[κ]φοβοῦντες τοὺς κατὰ χρόνους κωμογραμματέας. ὅθεν κατὰ
τὸ ἀναγκαῖον τὴν [ἐπί] σε καταφυ-|γὴν ποιούμεθα καὶ ἀξιοῦμεν, ἐάν σου
τῇ τύχῃ δόξῃ, κελεῦσαι, ἀχθῆναι αὐτο[ὺς] ἐπὶ σ[ο]ῦ καὶ διακοῦσαι ἡμῶν
πρὸς αὐτὸν πρὸς τὸ ἐκ τῆς σῆς βοηθείας ἐκδικηθέντες δυνη-|θῶμεν τῇ γῇ
σχολάζειν καὶ ταῖς ἐπιβα[λ]λούσαις ἡμῖν χρείαις προσκαρτερεῖν, τὸν
δὲ Ὀρσέα καὶ τοὺς ἀδελφ[ο]ὺς συνεισφόρας εἶναι
τοῖς δημοσίοις τελέσμασι καὶ | λειτουργεῖν τ[ὰς] ἁρμοζούσας αὐτοῖς λειτουργίας
καὶ ἔχ[εσθαι ἐξ] ἴσου ἡμῖν πᾶσιν τῆς σπορᾶς τῆςἀποκαλυφείσης γῆς, ἵν᾽
ὦμεν ἐν τῇ ἰδίᾳ συμμένοντες τῇ τύχῃ σου | εὐχαριστεῖν. vac.
διευτύχει. |
|