CONVENTIO
NUPTIALIS Marriage contract ( December 28, AD 152 ) |
PSI X, 1115 ( Duke Data Bank of Documentary Papyri ). |
ἔ̣τους
ἑκκαιδεκ[ά]του [Αὐ]τοκράτορος [Κ]αίσ[αρος]
Τίτου [Αἰλίου Ἁδριανο]ῦ |
Ἀ[ν]των[ί]νο[υ Σ]εβαστοῦ [ε]ὐσεβοῦς, Τῦβι
β, ἐν Τεβτύνι τῆς Π[ο]λ̣έ[μω]ν̣ο̣(ς) | μερίδος
τοῦ Ἀρσιν[οεί]του νομοῦ. ὁμ[ο]λογεῖ Κρόνιο̣ς̣ Ὀ[ρ]σενού-|φεω̣ς τοῦ Μιεῦτος
[ὡς] ἐτῶν εἴκοσι ἄση(μος) τῆι ἑα[υ]τοῦ ὁμοπατρίωι καὶ ὁμομητρίωι | ἀδελφ̣[ῆι]
Τεφορσάιτι ὡς ἐτῶν εἰκοσιεπτὰ οὐλὴ ποδὶ δεξιῶι καὶ τῇ ἀμφοτέρων | μητρὶ
Πρωταροῦτι Μιεῦτος ὡς ἐτῶν πεντηκονταοκτὼ οὐλὴ γόνατι δεξιῶι, | ταῖς
δ[υσ]ὶ μετὰ κυρίου τοῦ τῆς Πρωταροῦτος ἑτέρου υἱοῦ τῶν δὲ περὶ τὸν Κρόνιον
| ἀδελφοῦ Σαραπάμμωνος ὡς ἐτῶν εἰκοσιοκτὼ οὐλὴ μετώπωι, ἔχειν τὸν |
ὁμολογοῦντα Κρόνιον παρὰ μὲν τῆς Τεφορσάιτος φερνὴν ἐφ᾽ ἑαυτῇ γα-|μουμένῃ
αὐτῷ Κρονίωι ἀργυρίου δραχμὰς εἴκοσι καὶ ἐν παραφέρνοις | [χ]ιτῶνα καὶ
πάλλιον λευκὰ καὶ σκάφιον χαλκοῦν καὶ λήκυθον κασσιτερίνην | παρὰ [δ]ὲ
τῆς μητρὸς Πρωταροῦτος ἐν προσφορᾷ ἀπὸ τοῦ νῦν ἀναφαιρέτως | τρίτον
μέρος τῆς ὑπαρχούσης αὐτῇ δούλης Σαραπιάδος καὶ τῶν ἐξ αὐ-|τῆς ἀπὸ τοῦ
νῦν ἐσομένων ἐγγόνων, οὗ τὴν κράτησιν καὶ κυρία<ν> μένειν περὶ
τὴν | Τεφορ[σ]άιν [κ]αὶ [το]ὺς παρ᾽ αὐτῆς καὶ ἐξουσίαν ἔχειν οἰκονομεῖν
περὶ αὐτοῦ | ὡς ἐὰν αἱρῆται. συμβιούτωσαν οὖν ἀλλή[λ]οι̣ς οἱ γαμ[ο]ῦντες
ὅ [τ]ε Κρόνιος καὶ | <ἡ> Τεφορσάις ἀμέμ̣π̣τως, ἐ̣πὶ δὲ τ̣[οῦ]
ἀπ᾽ ἀλλήλων χωρι[σμ]οῦ ἀποδότω ὁ Κρόνιος | τὴν φερνὴν καὶ τὰ παράφερνα
ἐν ἡμέραις ἑξήκοντα καὶ ἀνακομισάσθω | ἡ Τεφορσάις τὸ προσενεχθὲν αὐτῇ
ὡς πρόκιται τρί̣τ̣ο̣ν̣ μέρος τῆς δ[ούλη]ς | Σαραπι̣ά̣δ̣ος, γεινο[μέ]νης
τῇ Τεφ[ορσ]άιτι τ[ῆς] πράξεω[ς ἔ]κ τε τοῦ Κρο[νίο]υ | καὶ ἐκ τ̣[ῶν]
ὑπαρχόντων αὐτῷ [πάν]των [ - ca. ? - ]
| -- --
-- -- -- -- -- -- -- -- |
|