CONVENTIO
NUPTIALIS Marriage contract ( AD 172-175 ) |
P. Mil. Vogl. II, 71 = SB VI, 9264 ( Duke Data Bank of Documentary Papyri ). |
[ἔτους - ca. 10 - ]του
Αὐτοκράτορος Καίσαρο[ς Μάρκου Αὐρηλίου Ἀ]ντωνείνου Σεβαστοῦ Ἀρμενιακοῦ
Μηδικοῦ Παρθικοῦ | [Γερμανικοῦ μεγίσ]του μηνὸς Καισαρείου Μεσορ[ὴ ἐνάτῃ
ἐν Πτολεμ(?)]α̣ΐ̣δι Εὐεργέτιδι τοῦ Ἀρσινοείτου
νομοῦ. ὁμολογεῖ Ἀμμωνᾶς | [ - ca. 9 - ἀπὸ]
κώμης Τεπτύ̣νεως ὡς ἐτῶ[ν - ca. 10 - δύ]ο
οὐλὴ δακτύλῳ μικρῷ χειρὸς ἀριστερᾶς τῇ προούσῃ καὶ συνούσῃ | [αὐτῷ ἀγράφως]
γυναικὶ Τεφορσάϊτι τῇ καὶ Ε[ὐδαιμονίδι Ἥρωνος] τοῦ Πασίωνος ἀπ[ὸ] τῆς
αὐτῆς κώμης ὡς ἐτῶν εἴκοσι ἑνὸς | [ἀσήμῳ, μετὰ] κυρίου οὗ ἑκουσίως ᾕ[ρηται
διὰ Σαβείνου ἱερέως] ἐξηγητοῦ κατὰ τὸν ἐπισταλέντα
ὑπὸ αὐτοῦ χρηματισμὸν οὗ
ἀντί-|[γραφον ὑπόκειται Π]λουτίωνος Πτ[ο]λεμαίου
ὡ̣[ς ἐτῶν τεσσαράκοντα οὐλὴ ἀ]ντικνημίῳ ἀριστε[ρ]ῷ, ἔχειν τὸν ὁμολογοῦντα
Ἀμμωνᾶν παρὰ | [Τεφορσάϊτος τῆς καὶ] Εὐδαιμονίδος ἐν προσφ[ορᾷ τὴν φερνὴν
χρυσ]ίου δοκιμείου σ̣τ̣[α]θμῷ Ἀρσινοειτικῷ τ[ετ]άρτας
δύο αἵ εἰσιν ἐνωτί-|[ων
ζεῦγος καὶ] ἱμάτιον λευκ[ὸν ἐν] σ̣υ̣ν̣[τιμήσει
δραχμῶ]ν̣ τεσσαράκοντα . [σ]υμβιούτωσαν οὖν ἀλλήλοις οἱ γαμοῦντες ἀμέμ-|[πτως
ὡς καὶ πρότερον], τοῦ Ἀ̣μμων[ᾶτος] ἐ̣π̣ιχορηγ[οῦντος αὐτῇ τὰ δέον]τα
πάντα καὶ τὸν ἱματισμὸν καὶ τὰ ἄλλα ὅσα καθήκει
γυναικὶ γαμετῇ | [κατὰ
δύναμιν, αὐτῆς] δὲ τῆς
Τεφορσάϊτος τῆς καὶ Ε[ὐδαιμονίδος ἄμεμπ]τον καὶ ἀκατηγόρητον ἑαυτὴν
παρεχομένης ἐν τῇ συμβιώσει. | [ἐὰν δὲ διαφορᾶς γε]νομένης χωρίζονται
ἀπ᾽ ἀλλ[ήλων, ἀποδότω ὁ Ἀ]μμωνᾶς τῇ Τεφορσάϊτι τῇ καὶ Εὐδαιμονίδι τὴν
προκειμένην φερνὴν | [χρυσίου τετάρτ]ας δύο ἐν τῷ αὐτῷ κοσμαρίῳ κα[ὶ ....... τὰ
ἱμά]τια σὺν τῷ ἀποδέοντι ἢ τὴν προκειμένην αὐτῶν συντίμησιν | [ἐπὶ μὲν
τῆς ἀποπομπῆς] παραχρῆμα, ἐ̣π̣ὶ̣ δὲ τῆς ἑκ[ουσίας ἀπαλλαγῆς ἐν ἡμ]έραις
ἑξήκοντα , γενομ̣ένης τῇ Τεφορσάϊτι τῇ καὶ Εὐδαιμονί-|[δι τῆς πράξεως
ἔκ τε] τοῦ Ἀμμωνᾶ̣[τ]ο̣ς καὶ ἐ̣[κ τῶν ὑπαρχόντων] αὐτῷ πάντων καθάπερ
ἐκ δίκης. γέγονεν δὲ αὐτοῖς ἐξ ἀλλήλων θυγά-|[τηρ Εὐδαιμονὶς μὴ ἀνα]γεγραμμέν[η]
μ̣έχ̣ρ̣ι [νῦν. ὑπογρα̣φεὺς(?)] τοῦ Ἀμμωνᾶτος Ἁρποκρατίων Νεμεσᾶ τοῦ
Λεωνίδου ὡς (ἐτῶν) μ οὐλὴ ἀντικνημ(ίῳ) δεξιῷ. | [ἔστι
δὲ τοῦ χρηματισμοῦ τὸ] ἀντίγραφον· [Σαβεῖνος ἱερεὺς ἐξηγητὴς]
κ̣α̣[ὶ ἀ]ρχ̣ι̣π̣ρ̣ύ̣τανις τοῖς τὰ
ἀρχε̣ῖ̣α πραγματευομένοις χαίρειν.
τοῦ δοθέν-|[τος μοι ἀξιώματ]ο̣ς̣
Τεφορ[σάϊτος τῆς καὶ Εὐδαιμονίδος] Ἥρωνος ἴσον ὑμῖν ἐπιστέλλεται διὰ
Πτολεμαίου ὑπη̣ρέτου τῆς ἀρχῆς | [ἵνα ....... συγ]χ̣ρη̣μα̣τ̣ί̣[σητε
αὐτῇ τὴν προσφορὰν π]οιουμένῃ μετὰ κυρίου οὗ ἑκουσίως ᾕρηται δι᾽ ἐμοῦ
Πλουτίωνος Πτ̣ο̣-|[λεμαίου ὡς ἐτῶν τε]σσαρά[κο]ν[τα. (ἔτους) - ca. ? -
Ἀντω]νείνου Καίσαρος τοῦ κυρίου
Παῦνι λ Σαβείνῳ ἱερεῖ ἐξηγητῇ παρὰ | [Τεφορσάϊτος τῆς καὶ Εὐδαιμο]νίδος
Ἥρ[ωνος τοῦ Πασίωνος ἀπ]ὸ κώμης Τεπτύνεως τῆς Πολέμωνος μερίδος μετὰ
κυρίου οὗ ἑκου-|[σίως αἱροῦμαι διὰ σοῦ Πλουτίωνος Πτολεμαίου ἀπὸ Ἀρσινοειτῶν
π]όλεως. βουλομένη προσενεγκάσθαι ἐν προσφορᾷ τῷ συνόντι μοι ἔτι πά-|[λαι
ἀνδρὶ Ἀμμωνᾶτι - ca. ? - ἀπὸ τῆς αὐτῆς]
κώμης χρυσίου δοκιμείου τετάρτας δύο ἐν κοσμαρίοις καὶ ἱμάτια ἐν συν-|[τιμήσει
δραχμῶν τεσσαράκοντα καὶ ἰδίᾳ ἀπογραφῆναι τ]ὴν γεγονυῖαν ἡμῖν ἐκ ἀλλήλων
θυγατέρα Εὐδαιμονίδα, ἐμποδίζομαι | [μὴ ἔχουσα τὸν ἐπιγραφησόμενόν μου
κύριον διὰ τὸ μὴ περιεῖ]ναί μοι πατέρα μηδὲ πατρὸς πατέρα μηδὲ ἔχειν
ἀδελφοὺς μηδὲ υἱούς. ὅ̣θ̣ε̣ν̣ | [αἱρούμενη διὰ σοῦ τὸν προγεγραμμένον
Πλουτίωνα ἐπιδίδωμι καὶ] ἀξιῶ ἐπισταλ̣ῆ̣ναι τοῖς τὰ ἀρχεῖα πραγματευομένοι̣ς
σ̣υ̣ν̣χρηματίζειν | [μοι αὐτὸν τὸν Πλουτίωνα τὴν προσφορὰν ποιουμένῃ
ἵν᾽ ὦ φιλανθ]ρ̣ωπημ̣έ̣[νη. ἔρρωσο. Π]τολεμαῖος [πρ]υτανικ̣ὸ̣ς̣ κ̣α̣ὶ̣
ἐξηγητικὸς ὑπ̣η̣ρε-|[της μετενήνοχα. (hand 2) Ἀμμωνᾶς - ca. ? - ὁμολογῶ]
ἔ̣χ̣ε̣ι̣ν̣ παρὰ τῆς Τεφορσάϊτος τῆς καὶ Εὐδαιμονίδος διὰ χειρὸ<ς>
| [χρυσίου δοκιμείου τετάρτας δύο ἐν κοσμαρίοις καὶ ἱμάτια ἐν συντιμήσει]
δραχμῶν τεσσαράκοντα καὶ ἐπὶ τοῦ χωρισμοῦ ἀποδώ-|[σω τὴν προκειμένην
φερνὴν ὡς πρόκειται. Ἁ]ρποκρατίων Ν̣ε̣μ̣εσᾶ ἔγρα<ψα> ὑπὲρ αὐτοῦ
ἀγραμμάτου | [ὄντος (hand 3) Τεφορσάϊς ἡ καὶ Εὐδαιμονὶς
μετὰ κυρίου οὗ ἑκουσίως] ᾕρη̣μαι̣ [ὡς] πρ̣όκειτα[ι] Πλουτίωνος Πτολεμαίου
προσενήνε-|[γκα τὰ προκείμενα κοσμάρια καὶ ἱμάτια καὶ ἀπογράψομαι ἣν
γέγονε]ν ἐξ ἀλ̣λ̣ή[λ]ω̣ν̣ θυγατέρα Εὐδαιμονίδα ὡς πρόκειται. Πλουτίων
| [Πτολεμαίου ἔγραψα ὑπὲρ αὐτῆς ἀγραμμάτου οὔσης. (ἔτους) ̣ Μεσορὴ]
θ. |
|