EMPTIO
SERVORUM Sale of a slave ( June 23, AD 129 ) |
P. Oxy. I, 95 = M. Chr. 267 = Sel. Pap. I, 32 = Jur. Pap. 34 ( DDBDP ). |
ἔτους
τρεισκαιδεκάτου Αὐτοκράτορος | Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ,
Παῦνι | (hand 2) κθ, (hand 1) ἐν Ὀξυρύγχων
πόλει τῆς Θηβαίδος. | ὁμολογεῖ Ἀγαθὸς Δαίμων ὁ καὶ Διονύσιο[ς] | Διονυσίου
τοῦ Διονυσ[ί]ου μητρὸς Ἑρμιόνης | ἀπ᾽
Ὀξυρύγχων πόλεω[ς Γ]αίῳ [Ἰο]υλίῳ Γερμα-|νῷ υἱῷ Γαίου Ἰουλίου Δομι[τιανο]ῦ
ἐν ἀ[γυ]ιᾷ, | ἐκμαρτυρεῖσθαι, δ[ι]ὰ τ[αύτης τῆς] ὁμολο-|γίας ἣν πεποίηται
ὁ ὁμολογῶν Ἀγαθὸς Δαί-|μω[ν] ὁ καὶ Διονύσιος τῷ Ἰουλίῳ Γερμανῷ | τῇ
πέμπτῃ καὶ εἰκάδι μηνὸς Τῦβι τοῦ | ἐνεστῶτος τρεισκαιδεκάτου ἔτους |
ἰδιόγραφον πρᾶσιν τῆς ὑπαρξάσης αὐτῷ | ἀγοραστῆς, πρότερον Ἡρακλείδου
τοῦ | καὶ Θέωνος Μάχωνος Σωσικοσμείου | τοῦ καὶ Ἀλθαιέως, δούλης Διοσκοροῦτος
| ὡς (ἐτῶν) κε ἀσήμου, ἣν ἔκτοτε παρεί<λη>φεν | παρ᾽
αὐτοῦ ὁ Ἰούλιος Γερμανὸς ταύτην | τοιαύτην ἀναπόρριφον πλὴν ἱερᾶς |
νόσου καὶ ἐπαφῆς, τιμῆς ἀργυρίου | δραχμῶν χιλίων διακοσίων , ἃς | ἔκτοτε
ἀπέσχεν ὁ Ἀγαθὸς Δαίμω[ν] | ὁ καὶ Διονύσιος παρ[ὰ] τοῦ Ἰουλίου Γερμα-|νοῦ
ἐκ πλήρους ἅμα τῇ ἰδιογράφῳ πράσ[ει]· | ἀφ᾽
ἧς ἐτάξατο ὁ Ἰούλιος Γερμανὸς | τὰ εἰς τὸ ἐνκυκλῖον τῆς αὐτῆς δούλη[ς]
| Διοσκοροῦτος τέλη τῇ τρίτῃ μηνὸ[ς] | Φαμενὼθ τοῦ αὐτοῦ ἔτους, ἀκολού-|θως
τῷ ἐκδεδομένῳ αὐτῷ συμβόλῳ· | τῆς βεβαιώσεως τῆς αὐτῆς δούλης | Διοσκοροῦτος
πρὸς πᾶσαν βεβαίωσιν | ἐξακολουθούσης τῷ Ἀγαθῷ Δαίμον[ι] | τῷ καὶ Διονυσίῳ,
ὡς καὶ ἡ ἰδιόγραφος | πρᾶσις περιέχει. ἣν ἐὰν συμβῇ παρα-|πεσεῖν ἢ ἄλλως
πως διαφθαρ[ῆ]ν̣α̣ι̣ μ̣[ὴ] | προσδεῖσθαι τὸν Ἰούλιον [Γερμανὸν] | [ - ca. 9 -
ἀ]γορας[ (?) - ca. ? - | [ - ca. 11 - ]ι̣α̣.[ - ca. ? - ]
| -- --
-- -- -- -- -- -- -- -- |
|