LOCATIO
REI Lease of half a house ( AD 2nd - 3rd century ) |
P. Oxy. XLIV, 3200 ( Duke Data Bank of Documentary Papyri ). |
ἐμίσθωσεν
Σ̣αράμμων Χαι-|ρήμονος μητρὸς Σινθεῦτος
| ἀπ᾽ Ὀξυρύγ-
’χων πόλεως Βησᾶτι Ἁρ-|ποκρᾶτος μητρὸς Ταυσοράπιος
| ἀπὸ τῆς αὐτ̣ῆ̣ς̣ πόλεως εἰς ἔτη πέντε | ἀπὸ νεομηνίας Θὼθ τοῦ εἰσιόν-|τος
δευτέ̣ρ̣ου ἔτους τὸ ὑπάρχον | αὐτῷ προὸν παρὰ τῷ μεμισθω-|μένῳ ἐπ᾽
ἀμφόδου Νότου | Κρηπεῖδος ἥμισυ μέρος οἰκίας | ὑφ᾽
ἣν κατάγειον σὺν χρηστηρίοις | πᾶσι, ἐνοικίου κατ᾽
ἔτος δραχμῶν | ἑβδομήκοντα δύο , ἅσπερ βε-|βαιουμένης τῆς μισθώσεως
| ἀποδότω ὁ μεμισθωμ̣ένος τῷ | μεμισθωκότι κατ᾽
ἔτος ἐν δόσεσι | δυσὶ δι᾽
ἑξαμήνου τὸ ἥμισυ | ἀνυπερθέτως, χρώμενος σὺν | τ[ο]ῖς παρ᾽
αὐτοῦ τῷ μισθο̣υμέν̣ῳ | [ἡ]μίσει μέ̣ρει τῆς οἰκίας σὺν χρη-|στηρίοις
ἀκωλύτως̣. μετὰ δὲ | τὸν χρόνον ἐκχωρείτω ὁ με-|μισθωμένος τῆς μισθώσεως,
| π̣α̣ραδοὺ̣ς̣ τοὺς τόπους καθ̣α̣ρ̣οὺς | [ἀπὸ] κο̣πρι̣[ῶν] καὶ δ̣[είσης]
| [πάσης ὡς καὶ] π̣αρείλ̣[ηφεν καὶ] | [τὰ]ς̣ [ἐφεσ]τ̣ώ̣σ̣α̣[ς] θύρας
κα̣ὶ̣ κ̣[λεῖς,] | ἢ ἀποτισάτω οὗ ἐὰν μ̣[ὴ παρα]-|δ̣ῷ τὴν α̣ξ̣ί̣α̣ν̣
τιμὴν̣ ὃ δ᾽ ἐ̣ὰ̣[ν] | προσοφειλέσῃ
ἐκ τῶν [ἐνοικί]-|ων με̣θ᾽ ἡ̣[μι]ολίας,
κ̣[αὶ ἡ πρᾶξις] | ἔσ̣τω ἔκ τ̣ε̣ αὐτ[οῦ ...] | --
-- -- -- -- -- -- -- -- -- |
|