EMPTIO DOMUS
   
Sale of half a house and lands
     
( August 30 ?, AD 72 )
 

 
P. Oxy. XLI, 2972 (
Duke Data Bank of Documentary Papyri ).
  

 
ἀντίγρα(φον). ἔτους πέμπτου Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ | Σεβαστοῦ <μηνὸς Σεβαστοῦ> β, ἐν κώμηι Νεμερῶν τῆς μ̣έσης τοπαρχίας τοῦ Ὀξυρυγχείτου. | ὁμολογοῦσιν Διονύσιος καὶ Μνησιθῆς   ἀμφότεροι   Θέωνος   τοῦ   |   Θέωνος   μητρὸς   Σινθοώνιος   τῆς   καὶ   Ὠφελοῦτος   τῆς Σαρα-|πίωνος τῶν ἀπ Ὀ̣ξυρύ̣γχων πόλεω̣ς̣ vac. Ἀριστίωνι Προμάχου | τοῦ Ἀριστίωνος μητρὸς Ταύριος τῆς Ἡνιόχου τῶν ἀπὸ τῆς | αὐτῆς πόλεως vac. καὶ τῆι τούτου γυ̣ναικὶ Ἁγνῆι Πτολεμαίου | τοῦ Πτολε̣[μ]α̣ί̣[ο]υ μητρὸς Σεναμο̣ύνιος τῆς Διονυσίου τ̣ῶν | ἀπὸ τῆς προκειμένης κώμης Νεμερῶν μετὰ   κυρίου   τοῦ | αὐτοῦ   Ἀριστίων̣[ο]ς   ἐν   ἀγυιᾶι   πεπρακέναι   τοὺς   ὁμολογοῦντας | τῶι   τοῦ Ἀριστίων̣[ο]ς̣ καὶ Ἁγνῆτος υἱῶι Προμάχωι ὄντα νυνὶ | ἀποδήμωι καὶ̣ [τ]ῆι Ἁγνῆι τὸ ὑπάρ̣χον αὐτοῖς μητρικὸ̣ν̣ | ἥμι̣σ̣υ μέ̣ρ̣[ο]ς οἰκ̣ίας ἐκ μέρους συ̣μπεπτωκυίας καὶ τ̣ῶν | ἐξ ἀπηλιώτου ταύτης τόπων λεγομένων προνησίου | καὶ τῆς εἰς αὐτὸ εἰσόδου καὶ ἐξόδου καὶ τῶν συνκυρόντων | τ̣ῶ̣ν ὄντων ἐν τῆι δηλ̣[ου]μ̣έ̣ν̣η̣[ι κ]ώμηι Νεμερῶν ἀ̣φ ὧν | τῶι μὲν Προμάχωι ἥμισυ τέταρτον̣ ὄγδο̣ον ἑκκαιδέκατον | μέρος   τοῦ   δηλουμένου   ἡμίσυς   μέρους   τῆς οἰκίας καὶ τόπων̣ | τῆι δὲ Ἁγνῆ̣[ι τ]ὸ̣ λ̣οι̣π̣[ὸ]ν̣ ἑκκαιδέ̣κ̣α̣τον μέρος τούτων. | [γ]ε̣ί̣τ̣ονες τῆ̣[ς ὅ]λ̣[η]ς̣ οἰκίας καὶ τῶν τόπων νότου καὶ | ἀπηλιώτου πρότερον Προμάχου τοῦ Ἀριστίωνος νεω-|τέρου βορρᾶ τοῦ τε προγεγραμμένου Ἀριστίωνος καὶ τοῦ | ἀδελφοῦ Ἀμύντου λιβὸς ἐκ μὲν τοῦ | ἀπὸ βορρᾶ μέρους τοῦ τοῦ Ἀριστίωνος καὶ Ἀ-|μύντου ἑτέρου ἀδελφοῦ Ἡνιόχου καὶ Ἀκώριος τοῦ | Ἀριστίωνος ἐκ δὲ τοῦ ἀπὸ νότου Ἀπαροῦτος τῆς Ἀριστίω-|νος. καὶ αὐτόθεν ἀπέχειν τοὺς ὁμολογοῦντας παρὰ μὲν τοῦ | Ἀριστίωνος εἰς τὸν τοῦ υἱοῦ αὐτοῦ Προμάχου λόγον | [πα]ρ̣ὰ δὲ τῆς Ἁγνῆτος εἰς τὸν ἑαυτῆς λόγον τὴν συμπε-|[φωνη]μένην πρ̣ὸ̣[ς   ἀλλ]ή̣λους   τούτου   τιμ[ὴ]ν   καθ   ἃ | [ἕκαστ]ος   ἔχει   μέρη̣ ἐπὶ   τὸ αὐτὸ τιμ[ὴ]ν ἀ̣ργ̣υ̣ρίου | [δραχ]μ̣ὰς ἑπτακοσία̣ς̣ πεντήκοντα δύο ἐκ πλήρους | [διὰ χε]ι̣ρὸς ἐξ οἴκου. κρατεῖν οὖν καὶ κυριεύειν ἕκαστον | [τῶν] ὠ̣νουμένων τ̣ό̣ν̣ τ̣ε̣ Πρόμαχ[ο]ν καὶ τὴν Ἁγνῆν | [καθ ἃ ἕ]καστος αὐτῶν ἔχει μέρη καὶ χρᾶσθαι καὶ ο̣ἰ̣κ̣ο̣-|[νομεῖν] περὶ αὐτοῦ καθ ὃν ἐὰν αἱρῆται τρόπον καὶ ἐπά-|[ναγκ]ο̣ν τοὺς ὁμολογοῦντας παρέξασθαι τῶι | [Προμ]ά̣χωι καὶ Ἁγνῆι τὸ αὐ̣τὸ ἥμισυ μέρος | [τῆ]ς̣ οἰκ̣ί̣ας καὶ τ̣ῶν τ̣ό̣πων ὅ ἐστιν ἐκ τοῦ ἀπὸ νότου | -- -- -- -- -- -- -- -- -- --
 

 
►  Bibliography
 
 
Weinstein, The Oxyrhynchus Papyri, XLI, London, 1972, n. 2972 ; Wolff, Das Recht der griechischen Papyri Ägyptens in der Zeit der Ptolemaeer und des Prinzipats, II, München, 1978, pp. 18 and 24 ;
CdE, 58, 1983, p. 257 ; von Zabern, Das römisch-byzantinische Ägypten, Mainz am Rhein, 1983, p. 133 ; Kramer & Hagedorn, Griechische Papyri der Staats- und Universitätsbibliothek Hamburg (P. Hamb. III), Bonn, 1984, pp. 105-106 and 109 ; Kutzner, Untersuchungen zur Stellung der Frau im römischen Oxyrhynchos, Frankfurt am Main, 1989, p. 82 ; Pestman & Rupprecht, Berichtigungsliste der griechischen Papyrusurkunden aus Aegypten, VIII, Leiden, 1992, p. 263 ; Krause, Witwen und Waisen im Römischen Reich, II, Stuttgart, 1994, p. 276 ; Alston, The city in Roman and Byzantine Egypt, London-New York, 2002, p. 373 ; Smolders, Het archief van Lucius Pompeius Niger, Leuven, 2003, p. 69.
 
 
►  Source : Papyrus from Oxyrhynchus.