LOCATIO
OPERIS FACIENDI Contract of apprenticeship for a weaver ( March 11, AD 66 ) |
P. Oxy. XLI, 2971 ( Duke Data Bank of Documentary Papyri ). |
r |
ὁμολογοῦσιν
ἀ[λλήλ]οις Τασεῦς Ἡρ̣[α]-|κλᾶτος μετὰ κυρίο[υ το]ῦ̣
ἑαυτῆς ὁμογν[η]-|σίου ἀδελφοῦ Σ̣.[..]. καὶ Σεύθης Διογ̣έ̣(νους)
| τοῦ Διονυσίου γέ[ρ]διος ἡ μὲν Τασεῦς | ἐκδεδόσθαι τῶ̣[ι Σε]ύθῃ τὸν
ἑαυτῆς υ(ἱὸν) | Ἡρακλᾶν̣ Ἀπολ̣λ̣ω̣..[.] οὐδέπω ὄντα | τῶν ἐτῶν πρὸς
μάθησιν τῆς γερδι-|ακῆς τέχνης ἐπ̣᾽
ἔτη δύο καὶ μῆνας | ἓξ ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ποι-|οῦντα πάντα τὰ
ἐπιτασσόμενα αὐτῶι | ὑπὸ τοῦ Σεύθου κατὰ τὴν γερδιακὴν τέ-|χνην. ὁ δὲ
Σεύθης καὶ αὐτὸς ἐκδιδάξει | τοῦτον καθὼς ἐπίσταται, τοῦ
παιδὸς | τρεφομένου καὶ ἱματιζομένου ὑπὸ | τοῦ διδασκάλου Σεύθου, ὁ
δὲ αὐτὸς Σεύ-|θης διορθώσεται τὸ ὑπὲρ τοῦ παιδὸς | χειρωνάξιον σὺν κατακρίματι
τῶν | δύο ἡμίσους ἐτῶν. ἐὰν δὲ καὶ ἐν τῶι | αὐτῶι χρόνωι ὁ παῖς ἀπαιτηθῇ
λαο-|γραφίαν ἢ χωματικὸν ἢ ὑικὴν ἔσται | πρὸς τὸν α̣ὐ̣τ̣[ὸ]ν̣ [Σ]εύθην.
ὁ δὲ αὐτὸς | Σεύθης, ἐὰν μὴ βούληται ὁ παῖς ὑπὸ̣ | τοῦ διδασκάλου τρέφεσθαι,
χωρηγή-|σει τῇ Τα[σ]ε̣ῦτι ὑπὲρ τῶν τούτου
τρο-|φείων κατὰ μῆνα ἕκαστον ἀργυρίου | δραχμὰς [π]έντε
καὶ μετὰ τὸν χρόνον | δ̣ώ̣σει τ[ῶ]ι παιδὶ ὑπ̣άγοντι χιτῶνα | [ἄξι]ον
δρ[αχ]μ̣ῶν δεκαδύο ἢ αὐτὰς τὰς | [δραχμὰς δεκαδύο .] ἀργήσει δὲ
ὁ παῖς --
-- -- -- -- -- -- -- -- -- | [ - ca. 15 - ].... Ἀ̣[με]σ̣υσ̣ί̣ο̣ι̣[ς]
| [ - ca. 11 - ]..... [ὅ]σας
δ᾽ ἂ[ν]
μετ̣[ὰ] τ̣αύ̣-|[τας ὁ παῖς ἀργ]ήσῃ, ἐπὶ τὰς ἴσας αὐτὸν πα̣ρ̣-|[έξεται
ἡ Τασε]ῦ̣ς̣ μετὰ τὸν χρόνον
ᾒ ἀ[πο]-|[τεισάτω ἑκάστη]ς̣ ἡμέ[ρα]ς̣
δραχμὴν μία[ν] , | [τοῦ δὲ
ἀποσπ]α̣σθῆν[α]ι π̣ρὸ τοῦ χρόνο̣[υ]
| ἐπ[ί]τιμ[ο]ν [ἀρ]γ(υρίου) (δραχμὰς)
ἑκατ[ὸ]ν καὶ εἰς τὸ δημόσιο(ν) | τὰς ἴσας. ἐὰν δ̣ὲ̣ καὶ αὐτὸς ὁ Σεύθης
μὴ ἐκ-|διδάξῃ τὸν παῖδα ἐνεχέσθω τῷ ἴσωι | ἐπιτίμῳ. κυρία ἡ διδασκαλική.
(ἔτους) ιβ | Νέρωνος Κ[λαυ]δ[ίου] Κ[α]ί̣σαρος Σεβαστοῦ | Γερμανικοῦ
[Αὐ]τ̣[οκ]ρ̣άτορος, Φ[α]μεν[ὼ]θ ιε. | (hand 2) Σεύθης
Δ[ιο]γένους ἐκδιδάξω | τὸν παῖδ[α] καὶ ποιήσω καθότι | πρόκιτα[ι]. (ἔτους)
ιβ Νέρωνος Κλαυδί̣ο(υ) | Καίσαρος Σεβα[σ]τ̣οῦ Γερμανικοῦ | Αὐτοκράτορο[ς],
Φαμενὼθ ι̣ε. |
v |
ὁμολ(
) διδασκαλ |
|