EMPTIO
SERVORUM Sale of slave ( March 4, AD 212 ) |
P. Oxy. XXXVI, 2777 ( Duke Data Bank of Documentary Papyri ). |
[ - ca. ? - ].[ - ca. ? - ]
| [(ἔτους) - ca. ? - ] Αὐτο[κράτορος
Καίσαρος] Μάρκου Αὐρηλ̣ί̣ο̣υ̣ | Ἀντω̣ν̣ε̣[ί]ν̣ο̣υ̣ Πα̣[ρ]θικο̣ῦ̣ με̣[γ]ί̣στου
Βρεταννικοῦ | μεγίσ̣τ̣ου Εὐσεβοῦς Σεβαστο̣ῦ̣ Ἀρτεμεισίου | Φαμενὼθ η̣
ἐν Ὀξυρύγχων πόλει | ἐπὶ
ἐπιτηρητ̣ῶν ἀγορανομίου Δωρο-|θέωνος
κ̣α̣ὶ τοῦ σὺν αὐτῷ. | ἐπρίατο̣ Λο̣[ύκιο]ς Οὐαλέριος Σεουῆρος
ὁ καὶ | Μέλας ὡ̣ς̣ (ἐτῶν) μ̣δ ο[ὐλ](ὴ) ῥινὶ
μέσῃ παρὰ | Στατω̣ρ̣[ία]ς Φι[λ]ο̣ξένα̣ς̣ ὡς (ἐτῶν) ν οὐλ(ὴ) καρπῷ |
δεξιᾶς χειρὸς χωρὶς κυρίου χρηματιζού-|σης κατὰ τὰ Ῥωμαίων ἔθη τέκνων
δικαίῳ | [[...]] ἐν ἀγυ̣ι̣ᾷ τ̣ὸν ὑπάρχοντα αὐτῇ οἰκο-|γενῆ ἐκ δούλ[ης
Ἰσ]ιδώρας δοῦλον Θῶνιν | τὸν̣ κ̣α̣ὶ Ἐπά[γ]α̣θ̣ο̣ν ὡς (ἐτῶν) ιθ παράστραβον
οὐλ(ὴ) | μετώπ(ῳ) ἀνακ̣ριθ[έ]ν̣τ̣α̣ ὑπὸ τοῦ τοῦ νομοῦ | στρατηγ[ο]ῦ̣
Διδ[ύ]μο̣υ τῷ ὄντι μηνὶ ἀκολού-|θως οἷς ἐπέδω̣κεν αὐτῷ ὁ ὠνούμενος |
τῆς ἀνακρίσεως βιβλιδίοις έν τὸ ἐπὶ | ὑπογραφῇ τ[ο]ῦ στρατηγοῦ μοναχὸν
ἔ-|σχεν παρ᾽
ἑαυτῷ ὁ αὐτὸς ὠνούμε-|νος ὅστις καὶ αὐτόθι παρείληφε παρὰ | τῆς Στατωρίας
Φ[ι]λοξένας τὸν δοῦλον | Θῶνιν τὸν καὶ Ἐπάγαθον τοῦτον τοιοῦ-|τον ἀναπό\ρ/ριφον
πλὴν ἱερᾶς νόσου | καὶ ἐπαφῆς τὰς δὲ συνπεφωνημένας | ὑπὲρ τιμῆς τοῦ
αὐτοῦ δούλου Θώνιος | τοῦ καὶ Ἐπ[αγ]ά̣θ̣[ο]υ̣ ἀργυρίου Σεβαστοῦ νομίσ-|ματος
δραχ̣μὰς χιλίας ἑξακοσίας αὐτόθι ἀ-|πέσχεν ἡ Στατωρία Φιλόξενα παρὰ
τοῦ | ὠνουμένου Σεουήρου τοῦ καὶ Μέλα-|νος ἐκ πλήρους. πωλεῖ καὶ βεβαιοῖ
ἡ | Στατωρία Φιλόξενα τὸν αὐτὸν δοῦ-|λον ὡς πρ̣[όκειτ]α̣ι ἐν ἀγυιᾷ τῇ
αὐτῇ | --
-- -- -- -- -- -- -- -- -- |
|