LOCATIO
REI Lease of land ( October 14, AD 151 ) |
P. Oxy. XXXIII, 2676 ( Duke Data Bank of Documentary Papyri ). |
Λου[κί]ῳ
Διογένει καὶ ὡς χρηματί-|ζει
παρὰ Ἀμοιτᾶτος Διονυσίου | ἀπ᾽ Ὀξυρύγχων πόλεως
Περσοῦ(?) τῆς | ἐπιγονῆς. ἐπιδέχομαι γεωργῆ-|σαι τὴν γῆν ἐπ᾽ ἔτη τέσσαρα
βροχὰς | τέσσαρας ἀπὸ τοῦ ἐνεστῶτος ιε (ἔτους) | Ἀντωνείνου καίσα[ρ]ος
τοῦ κυρίου | ἀπὸ τῶν ἀναγραφομένων εἰς αὐτὸν | βασιλικῶν ἐδαφῶν περὶ
Σινκέφα | ἐκ τοῦ Δήδυος κλή[ρ]ου ἀρούρας ἓξ | ἥμισυ τέταρτον , ὥστε
ταύτας | τῷ μὲν ιε (ἔτει) καὶ ιζ (ἔτει) σπεῖραι καὶ ξυλα-|μῆσαι οἷς
ἐὰν αἱρῆται \γένεσι/ χωρὶς τελωνι-|κῶν σπόρων, ἐκφορίου ἀποτάκτου κατ᾽
ἔτ(ος) | λαχανοσπ[έρμου ἀρ]ταβῶν δέκα , καὶ | τῷ ιϚ
(ἔτει) καὶ ἐσχάτ̣ῳ ἔτεσι δυσὶ σπεῖ-|ραι πυρῷ, ἐκφορίου ἀποτάκτου κατ᾽
ἔ-|τος πυροῦ ἀρταβῶ̣ν̣ τεσσεράκοντα , | σπονδῆς κατ᾽ ἔ[το]ς οἴνου
κεραμίου | ἑνὸς ὃ κοινῇ .[.]θήσεται, ἀκίνδυ-|να τὰ κατ᾽ ἔτος ἀπότακτα
ἅπαντος | κινδύνου, τῶν ὑπὲρ τῆς γῆς δημοσί-|ων ὄντων πρὸς τὸν μεμισθωκότα
| ὃν καὶ κυριεύειν τῶν καρπῶν | ἕως ἂν τὰ κατ᾽ ἔτος ἀπότακτα κομί-|σηται.
βεβαιουμέ[ν]ου δὲ τοῦ ἀναφορίου | ἀποδότω ὁ μεμε̣[ισθ]ωμένος τὰ κατ᾽
ἔ-|τος ἀπότακτα ἀ[εὶ τ]ῷ̣ Π̣α̣ῦ̣ν̣ι̣ μηνὶ | τὸ μὲν λαχανόσπερμον ἐφ᾽
ἁλώ-|νων Σινκέφα νέον καθαρὸν ἄδολον | ἄβωλον κεκοσκινευμένον μέτρῳ
| τετραχοινίκῳ Λογγείνου ἀπολυ-|σίμου τῶν παρ᾽ αὐτοῦ ποιουμένων | τὴν
μέτρησιν, τὸν δὲ πυρὸν τοῦ εἰ-|σιόντος ἔτους κατ᾽ ἔτους μετρείτω | εἰ[ς]
δημόσιον θησαυρὸν Σινκέφα | καὶ ἀναδότω τ̣ὸ τούτων θέμα
καθαρὸν | ἀπὸ πάσ<ης> δαπάνης.
καὶ ἡ πρᾶξις ἔστ(ω) | τῷ
μεμισθωκότι ἔκ τε τοῦ μεμισθ(ωμένου)
| καὶ ἐκ <τῶν> ὑπαρχόντων αὐτῷ πάντων | καθάπερ ἐκ δίκης. ἐὰν
δέ τις ἄβροχ(ος) | γένηται τοῖ̣ς̣ ἑ̣ξ̣ῆ̣ς ἔτεσι παραδεχθήσετ(αι) | τῷ
μεμισθ(ωμένῳ) πρὸς ἀνάλογον. κύριον | τὸ ἀναφόριον. (ἔτους) ιε αὐτοκράτορος
καίσαρος | Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου σεβαστοῦ | εὐσεβοῦς Φαῶφι
ιϚ. (hand 2) Ἀμοιτᾶς ——
| Διονυσίου ἐπιδέχομαι | (hand 3) γεωργῆσαι τὴν γῆν ἐπὶ
τὰ | τέσσερα ἔτη καὶ ἀποδώσω | τὰ δηλούμενα κατ᾽ ἔτος ὡς πρόκ(ειται)
| Διονύσιος .....τωτο ἔγραψα | ὑπὲρ αὐτοῦ μὴ εἰδότος | γράμματα.
χρόνος̣ ὁ α̣(ὐτός). |
|