LOCATIO
OPERIS FACIENDI Contract of apprenticeship ( September 15, AD 264 ) |
P. Oxy. XXXI, 2586 ( Duke Data Bank of Documentary Papyri ). |
ὁμολογοῦσιν
ἀ[λλήλοις Αὐρή]-|λιοι
Ἑρμίας υἱὸς Πτολ[εμα]ί̣[ου ἀγο]-|ρανομήσαντος
τῆς [Ὀ]ξυρ[υγχειτῶν] | πόλεως καὶ Διόσκορος Ἀθ[ηνοδώρου] | ἀπὸ τῆς αὐτῆς
πόλεως [λινό]-|υφος ὁ μὲν Ἑρμίας ἐκδεδ[όσ]θ̣[α]ι̣ | τῷ ἐπιστάτῃ τὸν
ἑαυτοῦ υ̣[ἱ]ὸν | πρὸς μάθησιν τῆς δηλουμέ-|νης τέχνης ἐπὶ χρόνον ἔτη
| πέν[τ]ε ἀπὸ τοῦ ὄντος μη[νὸ]ς Θ[ὼ]θ | τοῦ ἐνεστῶτος ιβ (ἔτους) [ἐ]φ᾽
ἃ̣ παρέ̣ξεται τὸν | παῖδα ὁ πατὴρ τῷ ἐπιστάτῃ καθ᾽
ἑ-|κάστην ἡμέρα ἀπὸ ἀνα[τ]ολῆς | ἡλίου μέχρι δύσεως τρεφόμε-|νον καὶ
ἱματιζόμενον ὑπὸ τοῦ | πατρὸς ἐκτελοῦντα πάντα τὰ ἐπιτρα-|πησόμενα αὐτῷ
ὑπὸ τοῦ ἐπιστά-|του ἀνήκοντα τῇ δηλουμένῃ | τέχνῃ καὶ ἐπὶ μὲν μῆνας
[ἓ]ξ διδα-|χῆς χάριν ἄνε[υ] μισθοῦ ἐπὶ δὲ | τὸν λοιπὸν χρόνον λαμβάνον-|τα
ὑπὲρ μισθοῦ τῇ μὲν πρώτῃ | ἑξαμήνῳ ἡμ[ε]ρησίως ὀβολοὺς | δύο καὶ ἐπὶ
ἕτερον ἐνιαυτὸν ἡ-|μερησίως ὀβολοὺς ἓξ καὶ ἐπὶ ἄλ-|λον ἐνιαυτὸν ἡμερησίως
ὀβο-|λοὺς δέκα καὶ ἐπὶ ἄλλον ἐνιαυτὸν | δραχμὰς δύο καὶ ἐπὶ τὸν τελευταῖ-|ον
ἐνιαυτὸν ἡμερησίως δραχμὰς | δύο τετρώβολον. ὁμολογεῖ δὲ ὁ αὐ-|τὸς Ἑρμίας
αὐτόθι ἐσχηκέναι ἐν | προχρείᾳ παρὰ τοῦ Διοσκόρου ἀργυ-|ρί[ο]υ δραχμὰς
τετρακοσίας ἅσπερ | ἀπ[ο]δώσει ἐπὶ τέλει τοῦ χρόνου. | ὧ[ν] δ᾽
ἂν ἀργήσῃ ὁ παῖς ἐν τῷ χρό-|νῳ ἐν ᾧ μισθὸν λαμβάνει ἢ ὃ μὴ | εἴη ἀσθενήσῃ,
τούτων τὰς ἴσας | παραμενεῖ τῷ ἐπιστάτῃ ἐργαζό-|μενος ἀμισθί. λήμψεται
δὲ ὁ παῖς | εἰς λόγον ἀργιῶν ἑορτικῶν Τῦβι | Παχὼν Ἀμεσυίοις ἡμερῶν
| ἑπτὰ Σαραπίοις ἡμέρας δύο . εὐδο-|κεῖν γὰρ αὐτοὺς ἐπὶ το<ύτο>ις
καὶ ἕκαστα | ποιήσειν ὁ αὐτὸς ἐπιστάτης καὶ ἐπὶ | τέλει τοῦ χρόνου παραδότω
τὸν παῖδα | τελείως ἐργαζόμενον τὴν δηλου-|μένην τέχνην καθὼς καὶ αὐτὸς
| ἐπίσταται, οὐκ ἐξόντος οὐδενὶ τῶν | ὁμολογούντων παραβαίνειν τὰ |
προγεγραμμένα. κύριον τὸ ὁμολό-|γημα καὶ ἐπερωτήσαντες ἀλλήλους | ὡμολόγησαν.
(ἔτους) ιβ αὐτοκράτορος | καίσαρος Πουπλίου Λικιννίου | Γαλλιηνοῦ Γερμανικοῦ
μεγίστου | εὐσεβοῦς εὐτυχοῦς σεβαστοῦ | Θὼθ ιη. (hand 2)
Αὐρήλιος Διόσκωρο<ς> | Ἀθηνοδώρου εὐδοκῶ ὡς | (hand 3)
πρόκειται καὶ ἐπερω-|τηθεὶς ὡμολόγησα. |
|