LOCATIO
REI Lease of fallow land ( October 28 - November 26, AD 315 ) |
P. Oxy. XXXI, 2585 ( Duke Data Bank of Documentary Papyri ). |
ὑπατείας
τῶν δεσπ[οτ]ῶν ἡμῶν Κ̣ω̣ν̣σ̣τ̣[αντίνου] | καὶ Λικιννίου σεβ[α]στῶν τ̣[ὸ]
δ̣ | Αὐρηλίῳ Διοσκουρίδου τῷ καὶ Ἰουλιανυ γ̣υ̣μ̣[νασ]ι̣α̣[ρ]χ̣οντι
πρυτανεύσαντι βου(λευτῇ) τῆς λαμ(πρᾶς) καὶ λα[μ(προτάτης)]
Ὀξυρ(υγχειτῶν) πό[λ]εως | παρὰ Αὐρηλίου Λεονίδου Θέωνος ἀπὸ τῆς αὐτῆς
πόλεως. | ἑκουσίως ἐπιδέχομε μισ[θ]ώσασθαι πρὸς μ[ό]ν[ο]ν τὸ ἐ-|νεστὸς
ι καὶ η ἔτος ἀπὸ τῶν ὑπαρχόντω[ν] ἐ̣ν̣ περι-|χώματι Πέκτυ ἐδάφους Καράβου
λεγομέ[νο]υ ἀπὸ νωτίνων ἀρουρῶν δέκα ἐκ τοῦ ἀπὸ λιβὸς ἐπὶ .[.].οσ̣ι̣
μέρεσ-|ιν τὰς ἀπὸ ἀναπαύσεως ἀρούρας δύο ἥμισοι [ἐ]κ γεομετρίας ἢ ὁσας̣
ἒ̣ν ὧσι σει σπορὰν νιλοκαλάμης φόρου ἑκά-|στης ἀρούρης ἀνὰ ἀργυρίου
ταλάντων τεσάρω[ν] ἀκίνδυ-|να πάν[τα] παντὸς κινδ[ύ]νου τῶν τῆς γῆ[ς]
δημοσί-|ων ὄν[τω]ν πρὸς σὲ τὸν γεοῦχον κυριεύο[ν]τα τῶν καρ-|πῶν ἕως
τὰ ὀφιλόμενα ἀπολάβῃς. βε̣[β]εουμένης | δέ μοι τῆς ἐπιδοχῆς ἐπάναγκες
ἀποδώ[σ]ω τὸν ἀργυ-|ρικὸν φόρον Παῦνι καὶ Ἐφὶπ μη̣σὶν̣ [τοῦ] αὐτοῦ [ἔτ]ους
| ἀνυπερθέτως γινομένης σοι τῆς π̣[ράξεως
παρ]ά̣ | τ̣ε ἐμ̣[οῦ] ὡ̣[ς] καθήκι. κυρία
ἡ ἐπιδοχὴ κ[αὶ ἐ]περωτηθ[ε]ὶς | ὡμολό̣γησα. | (ἔτους) ι καὶ η
τῶν αὐτῶν κυρίων ἡμῶν [Κωνσ]τ̣α̣ν̣τ̣ί̣ν̣ο̣υ̣ | καὶ Λικιννίου σεβαστῶν
Ἁθὺ[ρ - ca. ? - ] | (hand 2)
Αὐρήλιος Διοσκουρίδης ὁ καὶ Ἰο̣[υλιανὸς] | δι᾽ ἐμοῦ Μωριανος β̣ο̣η̣θ̣(οῦ)
ἔ[σχο]ν̣ τ[ο]ύ̣τ̣[ο]υ̣ | τὸ ἴσον. |
|