LOCATIO
REI Lease of private land ( October 7, AD 112 ) |
P. Oxy. XXII, 2351 ( Duke Data Bank of Documentary Papyri ). |
r |
ἐμίσθωσεν
Φρατρῆς Ἀρθοώνιος τοῦ Ἀρ-|θοώνιος τῶν ἀπ᾽
Ὀξυρύγχων πόλεως ἱερεύς | Θοήριδος καὶ Ἴ̣[σ]ιδος καὶ Σαράπιδος καὶ τῶν
συν-|νάων θεῶν μεγίστων Τοτοῇ τῷ καὶ Πλουτάρ-|χῳ καὶ Παχνούμει ἀμφοτέροις
Παχνούμιος | τοῦ Τοτοέως μητρὸς Θαήσιος καὶ Τοτοῇ | Πατσίριος τοῦ Τοτοέως
μητρὸς Ταχνούμιος | τοῖ<ς> τρισὶ ἀπὸ κώμης Τανάεως Πέρσαι<ς>
τῆς ἐπιγο-|νῆς εἰς ἔτη τέσσαρα ἀπὸ τοῦ ἐνεστῶτος | ἑκκαιδεκάτου ἔτους
Τραιανοῦ Καίσαρος τοῦ | κυρίου ἀπὸ τῶν ὑπαρχόντων αὐτῷ καὶ τῷ | ἀδελφιδῷ
αὐτοῦ Ἀρθοώνει Πετεύριος | περὶ τὴν αὐτὴν Τανάϊν ἐκ τοῦ Νικαίου | κλήρου
ἀρούρας εἴκοσι τέσσαρας ὥστε σπεῖ-|ραι
κατ᾽ ἔτος τὸ
μὲν ἥμισυ πυρῷ τὸ δὲ ἕτε-|ρον ἥμισυ ξυλαμῆσαι ἄρακι ἐκφορίου
| κατ᾽ ἔτος τῆς μὲν πυρῷ ἀνὰ πυροῦ
ἀρτάβας | ὀκτὼ ἥμισυ τῆς δὲ ἐν ἄρακι ἀνὰ πυροῦ | ἀρτάβας δύο ἢ ἀργυρίου
δραχμὰς εἴκοσι | τέσσαρας ἄρτων ἀρτάβης μιᾶς κατ᾽
ἔτος | παιδαρίοις ἀρτάβης ἥμισυ . ὁμολογοῦσι δὲ | οἱ μεμισθωμένοι ἐσχηκέναι
καὶ παρα-|μεμετρῆσθαι παρὰ τοῦ
Φατρέως εἰς σπέρ-|ματα τῆς γῆς̣ τοῦ ἐνεστῶτος ἔτους
ἀδια-|φόρους ἀρτάβας δώδεκα καὶ προσομολο-|γοῦσι οἱ αὐτοὶ μεμισθωμένοι
ὀφείλειν τῷ | Φατρῆτι ἀπὸ λοιπογραφίας ἐκφορίων τῶν | αὐτῶν ἀρουρῶν
πυροῦ ἀρτάβας ἐνενήκον-|τα δύο ἐξ ὧν δώσουσι οἱ μεμισθωμένοι | ἐπὶ μὲν
τὰ πρῶτα ἔτη τρία κατ᾽ ἔτος πυροῦ
| ἀρτάβας εἴκοσι . τὰς δὲ λοιπὰς τῆς ὀφειλῆς | πυροῦ ἀρτάβας τριάκοντα
δύο χαριεῖται | αὐτοῖς ὁ Φα[τ]ρῆς ἐὰνπερ εὐδωσιδικῶσι | οἱ μεμισθωμένοι
ἐν τῇ ἀποδόσει τῶν | προκειμένων ἐκφορίων καὶ σπερμάτων καὶ | τῶν τῆς
κ[α]τ᾽ ἔτος ἐπὶ τὸν τριετῆ χρό-|νον
ὀφειλῆ̣[ς] κατ᾽ ἔτος ἀνὰ πυροῦ
ἀρτάβας | εἴκοσι ἀκι[ν]δύνων παντὸς κινδύνου | τῶν τῆς γ[ῆ]ς̣ δημοσίων
ὄντων πρὸς τὸν | μεμισθω̣[κ]ότα τῶν δὲ καρπῶν κυριευ-|έτω ἓως ἂ[ν] τὰ
ὀφειλόμενα αὐτῷ κατ᾽ ἔ-|τος κομίσ[ητ]αι.
τῆς δὲ μισθώσεως | βεβαιουμέ[ν]η̣ς ἀποδ[ό]τ̣ωσαν οἱ μεμισθω-|μέ̣ν̣οι
τῷ Φατρῆτι τὰ κατ᾽ ἔτος ὀφειλό-|μενα
αὐτ[ίκ]α ἐ̣ν̣ τ̣ῷ Παῦνι μ̣η̣νὶ ἐφ᾽
ἅλω | Τανάεως [π]υρὸ̣ν νέον καθαρὸν ἄδολον | ἄκριθον κεκοσκινευμένον
ὡς εἰς δη-|μόσιον μετρούμενον μέτρῳ τετάρτῳ | παραλημπ̣[τι]κῷ αὐτοῦ
Φάτρεως ἑαυτῷ | μετροῦντ̣[ος] ἢ δι᾽
οὗ ἐὰν αἵρηται. ἕξει δὲ ὁ | Φατρῆς
το[ῦ] ἐγβησομένου κατ᾽
ἔτος ἀχύ-|ρου τὸ ἥμ[ισ]υ̣ ὃ
δ᾽ ἂν
προσοφειλέσωσι ἀπο-|τισάτω[σα]ν μεθ᾽
ἡμιολίας καὶ ἡ πρᾶξις | ἔστω Φα̣[τ]ρ̣ῇ ἔκ τε τῶν μεμισθωμέ-|νων ὄντων̣
ἀλληλεγγύων εἰς ἔκτεισιν | καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων | καὶ
ἐξ ἑνὸς καὶ ἐξ οὗ ἂν αὐτῶν αἵρηται. | ἐὰν δὲ ἀδωσιδικῶσι ἐν τῇ ἀποδόσει
τῶν | προκειμένων ὡς ἐπάνω δεδήλωται ἔξεσ-|ται τῷ Φατρῇ ἐντὸς τοῦ χρόνου
ἑτέροις | μεταμισθοῖν καὶ ἐκπράσσειν αὐτοὺς | τὰ ὅλα ὀφειλόμενα διὰ
τὸ ἐπὶ τούτοις | ἑστάσθαι. κυρία ἡ μίσθωσις οὖσά μου | τοῦ Τοτοέως τοῦ
καὶ Πλουτάρχου χειρὶ | καὶ εὐδοκῶ καὶ συναποδώσω ἐξ ἀλληλεγ-|γύης ἐπὶ
πᾶσι τοῖς προκειμένοις. ἔτους | ἑκκαιδεκάτου Αὐτοκράτορος Καίσαρος |
Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ | Δακικοῦ Φαῶφι δεκάτῃ. (hand
2) Παχνοῦμις | Παχνούμιος τοῦ Τοοέως μητρὸς Θαήσιος καὶ | Τοτοῆς
Πατσίριος τοῦ Τοτοέως μητρὸς Ταχ-|νούμιος ἀμφότεροι συνμεμισθώμεθα |
ἐπὶ τὰ τέσσαρα ἔτη ἐκφορίου τῆς μὲν πυρῶι | ἀνὰ πυροῦ ἀρτ̣άβας ὀκτὼ
ἥμισυ τῆς δὲ ἄρακι ἀνὰ | πυροῦ ἀρτάβας δύο ἢ ἀργ(υρίου) (δραχμὰς) εἴκοσι
τέσσαρας καὶ συν-|έσχομεν τὰς
τῶν σπερμ(άτων) πυροῦ ἀρτάβας δέ-|κα
δύο καὶ ὀφείλομεν λοιπογρ(αφίαν) (πυροῦ) ἀρτάβας ἐνε-|νήκοντα δύο ἐξ
ὧν συναποδώσομεν | ἐν τῇ πρώτῃ τριετείᾳ κατ᾽
ἔτος πυροῦ | ἀρτάβας εἴκοσι τὰς δὲ λοιπὰς ἀρτάβας τριάκον-|τα {δὲ} χαριεῖται
ὁ Φατρῆς ἐπὶ πᾶσι | τ̣ο̣ῖς προκειμένοις οἷς καὶ εὐδοκοῦμεν. Θοῶνις |
ὁ καὶ Ἀλκ.[..] Παπίρ̣ι̣[ο]ς̣ ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδ̣(ότων) | γράμμα[τα - ca. ? - ]
| |
v |
(ἔτους)
κ Τραιανοῦ Καίσαρος τ(οῦ) κ(υρίου) μη(νὸς) | Κα̣ι̣σαρείου̣ β | ἐγδέδωκα
ἀποχὴν τῶι Τοτοῇ καὶ Παχνο(ῦμει) | τ̣ῶ̣ν ἐκφο(ρίων) <καὶ> λ̣ο̣(ιπογραφίας)
φόρων μη(νὸς) Σεβ(αστοῦ) | π̣ε̣ρ̣ιδ ̣ηδ( ) (αὐτοῦ) (ἔτους) |
|