EMPTIO
FUNDI Sale of land ( April 8, AD 133 ) |
P. Oxy. I, 100 = C. Pap. Jud. III, 454 ( Duke Data Bank of Documentary Papyri ). |
r |
τοῖς
ἀγορανόμοις Μάρκος Ἀντώνιος Δεῖος καὶ ὡς χρηματίζω, | στρατηγήσας Ἀλεξανδρείας,
νεωκόρος τοῦ μεγάλου Σαράπιδος.
| ὀμνύω τὸν Ῥωμαίοις ἔθιμον ὅρκον
πεπρακέναι Ἀδράστῳ Χ[αι]-|ρήμονος τοῦ Ἀδράστου [Ν]ειλαναβατείῳ τῷ καὶ
Ἀλθαιεῖ μητρ[ὸς] | Φιλωτέρας \τῆς/ Ὠριγένου\ς/ ἀστῆς, καὶ Διονυσίῳ τῷ
καὶ Παποντῶτι | μητρὸς Τααρπαήσιος Πέρτακος ἀπ᾽
Ὀξυρύγχων πόλεως ἀφή-|[λικι] τοῦ πατρὸς Ὥρ[ο]υ χρηματίζοντος μητρὸς
Ταψόιτος | [....... τοῖς δυσὶ κο[ι]νῶς ἐξ ἴσου, ἀπὸ τῶν ὑπαρχόντων
| μ[ο]ι ἐπ᾽
ἀμφόδου Κρητικοῦ καὶ Ἰουδαικῆς λοιπῶν ψιλῶν τό-|πων βίκους τέσσαρας
, ὧν ἡ τοποθεσία καὶ τὸ κατ᾽
ἄνεμον διὰ τῆς | καταγραφῆς δεδήλωται· εἶναί τε ἐμοῦ καὶ μήτε ὑποκεῖσθαι
| μηδὲ ἑτέροις ἐξηλλοτριῶσθαι κατὰ μηδένα τρόπον, ἀπέχειν | δέ με τιμὴν
ἀργυρίου δραχμὰς δισχιλίας διακοσίας , καὶ | βεβαιώσειν πάσῃ βεβαιώσει
καὶ παρέξειν καθαροὺς ἀ[πὸ ἀ]πο-|[γρ]αφῆς πάσης καὶ παντὸς οὑτινοσοῦν
ἄλλου. (ἔτους) ιζ Αὐτ[οκράτορος] | Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ,
Φαρμοῦθι ιγ. | (hand 2) Μάρκος Ἀντώνιος ὀμώμ[οκα] | τὸν
ὅρκον. |
v |
Φαρμ(οῦθι)
ιγ, ἐ̣ώ̣ν̣(ηνται) Ἄδραστος καὶ ἄ[λ]λ̣ος π̣(αρὰ) Μάρκου. |
|