LOCATIO
REI Lease of land ( October 11, AD 219 ) |
P. Oxy. XVIII, 2189 ( Duke Data Bank of Documentary Papyri ). |
[ἐμίσ]θ̣ωσεν
Αὐρήλιος Σαραπίων | [ὁ καὶ Ἀ]πολλωνιανὸς γυμνασι-|[α]ρχήσας τῆς Ὀξυρυγχειτῶν
| πόλεως καὶ ὡς χρηματίζει διὰ | Α̣ὐρηλίου Ἄμμωνος ἐπιτρόπου | [Αὐ]ρ̣η̣λίῳ
Ποδᾶτι Ψεναμο̣[ύ]ν̣ιος | [μη]τ̣ρὸς Ταπετσείριος ἀπὸ Σ̣κὼ | [εἰ]ς̣ ἔτη
δύο ἀπὸ τοῦ ἐνεστῶτος | [γ (ἔτους) ἀ]π̣ὸ̣ τῶν ὑπαρχόντω̣[ν α]ὐτῷ | [πε]ρ̣ὶ̣
Σκὼ ἐκ τοῦ Ἀπολλ̣ω̣νίου | [....]ρ̣χου καλουμένου ρο-|[....̣]ο̣ς ἀρούρας
ἕνδεκα [τέ]τα-|[ρτον] , ὥ̣στε κατ᾽ [ἔ]τ̣ος σπε[ῖ]ραι φα-|[κῷ, ἐκ]φορίου
ἀποτ[ά]κ̣του | [κατ᾽] ἔτος μέ[τ]ρ̣ῳ τετάρτ̣(ῳ) φακο[ῦ] | [ἀρτα]βῶν πεντήκοντα
μ̣[ίαν] | [ἀκίν]δυνα π̣άντα π̣α̣ν̣[τὸς κιν]-|[δύν]ου, τῶν τὴς γῆ̣ς [δημοσίων]
| [ὄντ]ων πρὸς̣ [τ]ὸν̣ [μισθωκότα] | [ὃν κα]ὶ κυριεύε[ιν τῶν καρπῶν]
| [ἕω]ς̣ τὰ κ̣α̣τ̣᾽ ἔ̣[τος ὀφειλό]-|[με]ν̣[α κομίσηται. ἐὰν δέ] | [τις
τοῖς] ἑ̣ξῆς ἔτε[σ]ι̣ [ἄβροχος] | γένηται, παραδεχθήσ[εται] | τῷ μεμισθωμένῳ,
γενο-|μένης σοι τῆς πράξεω̣ς̣ | ἔκ τ᾽ ἐμοῦ καὶ ἐκ τῶν ὑ-|παρχόντων μοι
πάντων | καθάπερ ἐκ δίκης. κυρία | ἡ μίσθωσις. (ἔτους) γ Αὐτοκράτορος
| Καίσαρος Μάρκου Αὐρηλίου | Ἀντωνίνου Εὐσεβοῦς | Εὐτυχοῦς Σεβαστοῦ
Φαῶ-|φι ιγ. Αὐρήλιος Ποδᾶς Ψε-|ναμούνιος ὁ προτετ̣[α]-|γμένος μεμίσθωμαι
| τὴν γῆν ἐπὶ τὰ ἔτη δύο | καὶ ἀποδώσω κατ᾽ ἔτο̣ς̣ ἀπο-|τάκτου φακοῦ
μέτρῳ τετάρ-|τῳ ἀρταβῶν πεντήκοντα | μιᾶς , πάντα δὲ <ποιήσω>
ὡς πρόκιται | Αὐρήλιος Διογένης ἔγραψα | ὑπὲρ αὐτοῦ̣ μὴ εἰδότος γράμ-|[ματ]α. |
|