LOCATIO
REI Lease of land ( November 27, AD 226 ) |
P. Oxy. XVII, 2137 ( Duke Data Bank of Documentary Papyri ). |
κεχ(ρημάτισται). |
(hand 2) Αὐρηλίῳ Σαραπίωνι τῷ καὶ Ἀπολλω-|νιανῷ γυμνασιαρχήσαντι
βουλευ-|τῇ τῆς Ὀξυρυγχειτῶν πόλεως διὰ | Αὐρηλίου Ὡρίωνος γραμματέως
| καὶ Αὐρηλίᾳ Πτολέμᾳ τῇ καὶ Μάγνᾳ | διὰ τοῦ ἀνδρὸς Αὐρηλίου Ἀριστίωνος
| υἱοῦ Διογένους ἀγορανομήσαντος | τῆς αὐτῆς πόλεως | παρὰ Αὐρηλίου
Πατᾶτος Πατᾶτος | μητρὸς Θαήσιος ἀπὸ τοῦ Ἐπισή-|μου ἐποικίου. ἑκουσίως
ἐ[π]ιδέχ[ο] | μαι μισθώσασθαι πρὸς μόνον | τὸ ἐνεστὸς Ϛ
(ἔτος) ἀπὸ τῶν ὑπαρχο[υ] | σῶν ὑμῖν καθ᾽ ὃ ἕ̣κ̣α̣σ̣τος ἔχει | μέρος
περὶ κώμην Σκὼ ἐκ τοῦ | Θεοδώρου καὶ Αὐλαίου κλήρου | ἀρουρῶν τεσσα̣ράκοντα
τεσσάρω̣[ν] | ἀπὸ ἀρουρῶν ἑβδομήκοντα | ἓξ μεθ᾽ ὃ ἐμισθωσάμην ἐν πυρῷ
| ἥμισυ μέρος καὶ νῦν τὸ λοιπὸν ἐν | χλωροῖς γενόμενον ἥμισυ μέρος,
| ὅ̣ ἐ̣[σ]τ̣ι̣ν̣ ἄρουραι εἴκοσι̣ δύ̣ο̣ , φ̣[όρου] | κατ᾽ ἄρουραν δρ[αχμῶν ........]
| κοντα [ἀκινδύν]ω̣ν π[αντὸ]ς | κινδ[ύ]νου, πρὸς δὲ τοὺς ποτισμοὺς |
χρήσο̣[μα]ι τῇ μηχανῇ ἄνευ φόρου, | τῶ[ν τῆς γ]ῆς δημοσίων ὄντων | πρὸς
ὑμᾶς κυριεύοντας τῶν καρ-|πῶν ἕως τὸν φόρον κομίσησθε. | βεβαιο[υ]μένης
δέ μοι τῆς ἐπιδοχῆς | ἀπ[οδ]ώσω τὸν φόρον τῷ Παῦνι
| μηνὶ τοῦ ἐνεστῶτος
ἔτους ἀνυπερ-|θέτως, κυρίας οὔσης
τῆς αὐτῆς προ-|τέρας [μισ]θώσεως, τῆς πράξεως γει-|νομ[έν]ης παρά τε
ἐμοῦ καὶ ἐκ τῶν | ὑπαρχόντων μοι πάντων. ἡ ἐπιδο-|χὴ κ̣[υρί]α καὶ ἐπερωτηθεὶς
ὡμολόγη-|σ[α. (ἔτους) Ϛ] Αὐτοκράτορος
Καίσαρος | Μ[άρ]κου Αὐρηλίου Σε[ο]υήρου Ἀλεξάνδρου | Εὐσεβοῦς Εὐτυχοῦς
Σεβαστοῦ, Χοίακ α. | —— (hand 3)
Αὐρήλιος Πατᾶς Πατᾶτος | μεμίσθωμαι ἐπὶ πᾶσι τοῖς προ-|κειμένοις. Αὐρήλιος
Ἀντωνεῖνος | Παυ̣σ̣α̣ν̣ίου ἔγραψα ὑπὲρ αὐτοῦ | μὴ εἰδότος γράμματα. |
|