LOCATIO
REI Lease of a workshop ( May 24, AD 505 ) |
P. Oxy. XVI, 1966 ( Duke Data Bank of Documentary Papyri ). |
r |
†
μετὰ τὴν ὑπατίαν Φλαουίου Κεθήγου τοῦ ἐνδοξ(οτάτου) Παχὼν | κθ ἰ̣ν̣δ̣ι̣κ̣(τίονος)
ιγ. | τῷ θαυμασιωτάτῳ Ἀπολλῷ υἱῷ τοῦ καθοσιωμένου | Ἰωσὴφ ἀπὸ τῆς λαμπρᾶς
Ὀξυρυγχιτῶν πόλεως | Αὐρήλιος Δανιὴλ υἱὸς Ἰωάννου μητρὸς Ἡραείδος |
κάπηλος ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ἑκουσίως | ἐπιδέχομαι μισθώσασθαι
ἀπὸ νεομηνίας τοῦ | ἑξῆς μηνὸς Παῦνι τοῦ ἐνεστῶτος ἔτους ρπα ρν | τῆς
τρισκαιδεκάτης ἰνδικτίονος ἀρχῇ τεσ-|σαρασκαιδεκάτης ἐπινεμήσεως ἀπὸ
τῶν | ὑπαρχόντ[ω]ν τῇ σῇ ἀρετῇ διακειμέν[ω]ν
| ἐπὶ τῆσδε τῆς πόλεως ἐπ᾽
ἀμφόδου Ψὲς ὑπ[ὸ τ]ὴν | νοτιν[ὴ]ν δημοσίαν στοὰν ὁλόκληρον
ἐργαστήριον | ἔχον δύο κελλία, ἓν ἐσοθεν τοῦ ἄλλου, ὧν ἡ ἐξωτέρα | θύρα
νεύει ἐπὶ βορρᾶ, καὶ παρασχεῖν με λόγῳ | ἐνοικίου καθ᾽
ἕκαστον ἐνιαυτὸν χρυσ[ο]ῦ | νομισμάτιον ἓν παρὰ
κεράτια δύο ἰδιω[τι]κῷ | ζυγῷ, γί(νεται)
χρ(υσοῦ) νό(μισμα) α π(αρὰ) κερ(άτια) β, ὅπερ ἐνοίκιον ἀπο-|δώσω κατ᾽
ἔτ[ο]ς δι᾽
ἑξαμήνου τὸ ἥμι[συ] κ[αὶ] | [ὁ]πόταν βουληθείη[ς] παρα[δώσω τὸ αὐτὸ]
| ἐργαστήριον μετὰ τῆ[ς ἀ]τρώτου νομ[ῆς. κυρία ἡ] | [μ]ί̣[σθωσι]ς̣ ἁ̣[π]λ̣ῆ
γ[ρ]αφ(εῖσα) κα[ὶ] ἐ[περ(ωτηθεὶς)
ὡμολ(όγησα).] | (hand 2) Α[ὐρήλιος Δανιὴλ - ca. ? - ]
| π̣[εποίημαι τὴν μίσθωσιν - ca. ? - ] |
v |
†
μίσθωσις Δανιηλίου καπήλου ἐνοικ(ίου) χρ(υσοῦ) ν[ό(μισμα) α π(αρὰ) κερ(άτια)
β.] |
|