LOCATIO
REI Lease of land ( October 2, AD 142 ) |
P. Oxy. I, 101 ( Duke Data Bank of Documentary Papyri ). |
ἐμίσθωσεν
Διονυσία Χαιρήμ[ον]ος μετὰ | κ[υ]ρίου τοῦ υἱοῦ Ἀπίωνος τοῦ καὶ Διονυσίου
Διογέ-|ν̣ο̣υ̣ς̣, ἀμφότεροι ἀπ᾽
Ὀξυρύγχων πόλεως, Ψενα-|μούνει Θώνιος μητρὸς Σεοήριος ἀπὸ Πακέρ-|κη
ἀπηλιώτου τοπαρχίας, Πέρσῃ τῆς ἐπιγονῆς, | εἰς ἔτη ἓξ ἀπὸ τοῦ ἐνεστῶτος
ἕκτου ἔτ[ους] | Ἀντωνείνου Καίσαρος τοῦ κυρίου, τὰς ὑπαρχού-|σας αὐτῇ
καὶ πρ[ογ]εωργουμένας ὑπὸ τοῦ Ψενα-|μούνιος καθ᾽
ἑτέραν μίσθωσιν ἀρούρας τριά-|κοντα ὀκτώ , ὥστε ἐπὶ μὲν τὰ τακτὰ | ἔτη
πέντε σπεῖραι καὶ ξυλαμῆσαι οἷς ἐὰν | αἱρῆται χωρὶς ἰσάτεως καὶ ὀχομενίου,
| τῷ δὲ ἐσχάτῳ ἐνιαυτῷ ὁμοίως σπεῖραι | καὶ ξυλαμῆσαι τοῖς διὰ τῆς προτέρας
μισ-|θώσεως δηλουμένοις ποιῆσαι αὐτὸν | τῷ ἐσχάτῳ ἐνιαυτῷ γένεσι, ἐκφορίου
| τῶν ὅλων ἀρουρῶν ἐπὶ τὴν ἑξαετίαν κα-|τ᾽
[ἔ]τος ἀποτακτοῦ πυροῦ ἀρταβῶν ἑκα-|τ[ὸν] ἐνενήκοντα , καὶ σπονδῆς ὁμοίως
κ[α]-|τ᾽
[ἔτο]ς δραχμῶν δέκα δύο , ἀκίνδυνα πάν-|τ[α] παντὸς κινδύνου, τῶν
τῆς γῆς δημοσίων ὄν-|των πρὸς τὴν μεμισθωκυῖαν, ἣν καὶ κυριεύειν | τῶν
καρπῶν ἕως τὰ κατ᾽
ἔτος ὀφειλόμενα κο-|μίσηται. ἐὰν δέ τις τοῖς ἑξῆς ἔτεσι | ἄβροχος γένηται,
παραδεχθήσεται τῷ | μεμισθωμένῳ, ὃς καὶ βεβαιουμένη[ς] | τῆς μισθώσεως
(hand 2) μετρείτω ἀπὸ τοῦ | κατ᾽
ἔτος ἀποτακτοῦ εἰς δημόσιον | θησαυρὸν τὰ ὑπὲρ τῶν
ἐδαφῶν κα-|τ᾽
ἔτος σιτικὰ δημόσια ταῖς ἑαυτοῦ | δαπάναις, ὧν θέμα ἀναδότω τῇ με-|μι<σ>θωκυίᾳ
καθαρὸν ἀπὸ πάντων κατ᾽
ἔ-|τος ὑπὸ τὴν πρώτην μέτρη[σ]ιν παρα-|δεχομένης αὐτῷ μιᾶς ἀντὶ μιᾶς
, τὰ | δὲ λοιπὰ τῶν κατ᾽
ἔτος ἐκφορίων καὶ | τὴν σπονδὴν ἀποδότω αὐτῇ ἀεὶ μη-|νὶ Παῦνι ἐφ᾽
ἅλω Πακέρκη πυρὸν νέον | καθαρὸν ἄδολον ἄκριθον κεκοσκινευ-|μένον ὡς
εἰς δημό[σι]ον μετρούμενον | μέτρῳ τετραχοινίκῳ χαλκοστόμῳ | παραλημπτικῷ
τῆς μεμισθωκυίας [ἢ] | τῶν παρ᾽
αὐτῆς μετρούντων. ὃ δ᾽
ἂν προσ-|οφειλέσῃ ὁ μεμισθωμένος ἀποτεισά-|τω μεθ᾽
ἡμιολίας, καὶ ἡ πρᾶξις ἔστω τῇ | μεμισθωκυίᾳ ἔκ τε τοῦ μεμισθωμέ-|νου
καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πά[ν]-|των, οὐκ ἐξόντος τῇ μεμισθωκυίᾳ ἑτέ-|ροις
μεταμισθοῦν οὐδὲ αὐτουργεῖν ἐν-|τὸς τοῦ χρόνου. κυρία ἡ μίσθωσις. (ἔτους)
Ϛ |
Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου | Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ
Εὐσεβοῦς, | Φαῶφι ε. (hand 3) Ψεναμοῦνις Θώνιος μεμί-|σθωμαι
τὴν γῆν ἐπὶ τὰ ἓξ ἔτη | ἀποτακτοῦ κατ᾽
ἔτος πυροῦ ἀρταβῶν | ἑκατὸν ἐνενήκοντα καὶ σπονδῆς | δραχμῶν δέκα δύο
, καὶ ἀπο-|[δ]ώσω πάντα ὡς πρόκιται. Θέων | Θέωνος μητρὸς Ὠφελίας ἔγρα-|ψα
[ὑ]πὲρ αὐτοῦ μὴ εἰδότος γράμ-|ματα. χρό(νος) ὁ α(ὐτός). |
|