LOCATIO
REI Lease of house ( March 28, AD 430 ) |
P. Oxy. XVI, 1957 ( Duke Data Bank of Documentary Papyri ). |
r |
με[τὰ
τὴν] ὑπατείαν Φλαουίων Φλωρ̣[εντίου καὶ Διονυσίου] | τῶν λαμπρ(οτάτων)
Φαρμοῦθι β. | Φλαουίῳ Φλαουιανῷ υἱῷ
Ἀγαθίνου δ[ι..]η̣[.].[.....] | ἀπὸ
τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξ[υρυγχιτῶν]
| πόλεως παρὰ Αὐρηλία Διδύμης θυγατ[ρὸς Ὥρου ἀπὸ τῆς] | αὐτῆς πόλεως
χωρὶς κυρίου χρηματιζούσης. ἑκο[υσίως] | ἐπιδέχομαι μισθώσασθαι ἀπὸ
τοῦ ὄντος [μηνὸς Φαρμοῦθι] | τοῦ ἐνεστῶτος ἔτους ρϚ
οε τῆς παρούσης τρισκαι[δεκάτης] | ἰνδικτίονος τοὺς διαφερουσάς σοι
τόπους τρεῖ[ς ὄντα] | ἐν τῇ αὐτῇ πόλει ἐπ᾽
ἀμφόδου Ἱππέων Παρεμβ[ο]λ[ῆς] | ὁλοκλήρους συμπόσιόν τε
καὶ ἕτερον συμπόσιο[ν διακείμ(ενον)]
| ἐπάνω τῆς ἁπψῖδος καὶ
ἐν το ἐθρίου μονόχ[ωρον] | σὺν χρηστηρίοις πᾶσι, καὶ τελέσω σοι ὑπὲρ
ἐνοικί[ου αὐτῶν] | ἐνιαυσίως χρυσοῦ νομίσμα[τος ἥ]μισυ , ὅπερ ἐπ[άναγκες]
| ἀποδώσω κατ᾽
ἔτος δι᾽
ἑξαμή[νου τὸ] ἥμισυ, καὶ ὁπό[ταν] | βουληθῇς παραδώσω
σοι το[ὺς α]ὐτοὺς τόπους
ὡ[ς παρεί-]|ληφα. κυρία ἡ μίσθωσις ἁπλῆ γρα[φεῖσ]α,
καὶ ἐπερ(ωτηθεῖσα) ὡμολ[όγησα.] | (hand 2) Αὐρηλία Διδύμη
θυγάτηρ Ὥρου [χωρ]ὶς κυρίου χρημ[ατίζου-]|σα ὡς αὐτὴ διεβαιβεώσατο ἡ
προκι̣[μέ]νη μεμίσθωμ[αι τοὺς] | προκειμένους τόπους καὶ ἀποδ[ώσω] τὸ
ἐνοίκ[ι]ο̣ν̣ [ὡς πρόκ(ειται).] | Αὐρήλιος Θεόδωρος υἱὸς Θεοδώρ[ου ἔγραψα
ὑπὲρ αὐτῆς] | παρούσης γράμματα μὴ εἰδουση̣ς̣. | (hand 1)
δι εμ[υ - ca. ? - ] | Traces |
v |
μίσθωσις
Διδύμης θυγατρὸς Ὥρου τρῖς τόπους ἐνοικίου ν[ο(μίσματος)] ½ |
|