LOCATIO
REI Lease of a milling-bakery ( November 27, AD 508 ) |
P. Oxy. XVI, 1890 = Sel. Pap. I, 48 ( Duke Data Bank of Documentary Papyri ). |
r |
†
μετὰ τὴν ὑπατίαν τοῦ δεσπότου ἡμῶν Φλα(ουίου) Ἀναστασίου τοῦ αἰ[ω]νίου
Αὐγούστου τὸ γ καὶ Βηναντίου τοῦ λαμπρο(τάτου) Χοίακ α ἰνδικ(τίονος)
β, ἐν Ὀξυρύγχων πόλει. | Αὐρήλιοι Ἀπφουᾶς ὁ καὶ Καταμίνας υἱὸς Πιηοῦτος
μη[τ]ρὸς Ὀλυμπιανῆς καὶ ὁ τούτου υἱὸς Ἀβραὰμ ἐκ μητρὸς Ἡραείδος ἀμφότεροι
ὁρμώμενοι | ἀπὸ ταύτης τῆς λαμπρᾶς Ὀξυρυγχιτῶν πόλεως, κριβανεῖς καὶ
μυλόναρχοι, εὐγενεστάτῃ Σερήνᾳ θυγατρὶ τοῦ τῆς μακαρίας μνήμης Πέτρου
| ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογοῦμεν ἐξ ἀλληλεγ’γύης ἑκουσίως
καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ τῆς σῆς εὐγενείας ἀπὸ τῆς σήμερον |
ἡμέρας ἥτις ἐστὶν Χοίακ νεομηνία τοῦ ἐνεστῶτος ἔτους ρπε ρνδ τῆς παρούσης
δευτέρας ἰνδικτίονος ἕως Ἁθῦρ νεομηνίας τῆς σὺν θεῷ | τρίτης ἐπινεμήσεως,
ἀρτοποιείας τῆς αὐτῆς τρίτης, τὸ δ[ι]αφέρον αὐτῇ μυλοκριβάνιον διακείμενον
ἐν τῷ λιβικῷ ὄρει ταύτης τῆς πόλεως | ἐν τῷ μ[ο]ναστηρίῳ τῷ καλουμένῳ
ἀββᾶ Κοπρεοῦτ[ο]ς τῷ διαφέροντι τῇ σῇ εὐγενείᾳ καὶ περιελθόντι εἰς αὐτὴν
ἐκ παραχωρήσεως | Κοπρεοῦτος τοῦ εὐλαβεστάτου μονάζοντος, ἐν ᾧ ἐστιν
κλίβανοι τρεῖς καὶ μυλῶνες δύο καὶ λίθος σιτοκοπικὸς σὺν θυείῃ καὶ λίθος
ἀλετικὸς | σὺν θυείῃ καὶ [τ]ὰ̣ ἄλ̣λ̣α πάντα χωρή[μ]ατα καὶ χρηστήρι[α]
ἤτοι δικαιώματα τὰ ἀνήκοντα τῷ αὐτῷ κλιβανίῳ, ἐπὶ τῷ ἡμᾶς ἐξ ἀλληλεγ’γύης
| ἔχεσθαι τῆς το[ύ]του μισθώσεως καὶ τὴν ἐργασ[ί]αν τοῦ [τ]ε κλιβανέος
καὶ μυλονάρχου ἐν αὐτοῖς ἀποπληρῶσαι ἐπὶ τὸν εἰρημένον χρόνον | καὶ
διδόναι ἡμᾶς τῇ σῇ εὐγενείᾳ λόγῳ ἐνοικίου ἤτοι φόρου τοῦ εἰρημένου χρόνου
ὑπὲρ κλιβάνων τεσσάρων ἄρτον ἕνα θυρουρικὸν | καὶ ὑπὲρ τῶν μυλαίων καὶ
τῆς πίλας χρυσοῦ νο[μι]σμάτια {δύο} \(hand 2) τρία/ (hand 1)
ἥμισυ , καὶ ὑπὲρ ἑορτικῶν ὄρνεα τρία καὶ ᾠὰ τρ[ι]άκοντα , δηλαδὴ τῆς
σῆς | εὐγενείας παρεχούσης ἡμῖν λόγῳ προχρεί[ας] χρυ[σ]οῦ νομίσματα
δώδεκα . καὶ τοῦτο δὲ προσομολογοῦμεν ἐξ ἀλληλεγ’γύης τὴν | νομὴν τῶν
εἰρημένων πραγμάτων καὶ τὴν δεσποτίαν φυλάττιν σοι ἀκέραιον καὶ ἄτρωτον
καὶ ἅπαντα τὰ τούτων δίκαια καὶ ἀποκαταστῆσαι | τῇ σῇ εὐγενείᾳ μετὰ
τὴν συμπλήρωσιν τοῦ εἰρημένου χρόνου ἄνευ τινὸς ἀντιλογίας καὶ ὑπερθέσεως,
καὶ ἐπὶ τούτοις παρὰ τῆς σῆς εὐγενείας | ἐπερωτηθέντες κατὰ πρόσωπον
ὡμολογήσαμεν, ὑποθέμενοι εἰς τὸ δίκαιον ταύτης τῆς μισθώσεως ἅπαντα
ἡμῶν τὰ ὑπάρχοντα | καὶ ὑπάρξοντα ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ.
κυρία ἡ μίσθωσις ἁπλ(ῆ) γραφ(εῖσα) καὶ ἐπερ(ωτηθέντες) ὡμολ(ογήσαμεν).
†
(hand 2) †
Ἀ̣βρά̣μ | (hand 3) Αὐρήλιοι Ἀπφο̣υ̣[ᾶ]ς̣ ὁ καὶ Καταμίνας
υἱὸς Πιοῦτος μητρὸς Ὀλυμπιανῆς καὶ ὁ τούτου υἱὸς Ἀβραὰμ ἐκ μητρὸς Ἡραείδος
οἱ προγεγραμμένοι | κριβανῖς καὶ μ[υ]λόναρχη πεποιήμεθα ἐξ ἀληλε[γ]γύης
τήνδε τὴν μίσθωσιν τοῦ εἰρημέν[ο]υ μυλοκριβανίου καὶ τῶν προγεγραμ-|μένων
ἐν αὐτῷ πάντων πραγμάτων κ[α]ὶ δικαιωμάτων, καὶ ἀποδώσομεν ἐξ ἀλληλεγγύης
τὸ[ν] προκείμενον τρόπον καὶ συνφωνῖ \ἡ/μῖν | πάντα τὰ ἐγγεγραμμένα
ὡς πρόκειται, καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρήλιος Σερῆνος υἱὸς
Ἰωάννου ἀξιωθεὶς ἔγραψα ὑπὲρ | αὐτ[ῶν] Ἀπφίο̣υ̣ μὲν γραμα̣ματα μὴ εἰδόστως,
Ἀβρααμίου πρὸ ἐμ̣ο̣ῦ τὸ ὄνομα αὐτοῦ βαλοτος. | (hand 1?)
δι εμυ νιν̣ο̣υ̣συ̣ ε̣τ̣ε̣λ̣ι̣ο̣τ̣η̣(ε). |
v |
†
μίσθ(ωσις) Ἀπφ(ουᾶ) τοῦ [καὶ Καταμίν]α̣ς̣ κα̣ὶ̣ τ̣ο̣ῦ̣ τ̣ο̣ύ̣του υἱοῦ
Ἀβ[ραάμ]| Traces 1 line |
|