EMPTIO
ASINI AEGYPTIA Sale of a donkey ( April 3, AD 311 ) |
P. Oxy. XIV, 1708 ( Duke Data Bank of Documentary Papyri ). |
Αὐρήλιος
Ἁράχθης Πα̣τήτου | μη(τρὸς) Θερμουθίης ἀπὸ κώμης | Πεννὴ τοῦ Ἡρακλεοπολείτου
νομοῦ | Αὐρηλίῳ Θεοδώρῳ Ἁρποκρα-|τίωνος ἀπὸ τῆς λαμπρᾶς Ὀξυρυγ-|χειτῶν
πόλεως χαίρειν. | ὁμολογῶ περακέναι καὶ παραδε-|δωκέναι σοι ὐπ ἀγορᾶς
τοῦ ἄνω | Κυνοπολείτου ὄνον ἄρρε̣ενα | λευκόχρωμ[ν] δευτεροβόλον
| τιμῆς ἀργυρί[ου τάλαν]τα δέκ[α κ]αὶ | δραχμὰς τετρ[ακισχι]λείας,
| γ(ίνονται) (τάλαντα) ι (δραχμαὶ) Δ, ἃ[ς καὶ] αὐτόθι ἀπέσχον | παρὰ
σοῦ ἐκ [πλήρους] διὰ χειρός, | τῆς βεβαιώσ[α]ι̣[ως ..] ἄλ̣λ̣ην
[πᾶσαν] | βεβαίωσιν δ̣[.].ε̣[....]τι διὰ παν-|τὸς καὶ ἀπὸ παν[τὸς το]ῦ̣
ἐπελευσομέ[νο]υ. | κυρία ἡ πρᾶσις ἁπλῆ [γ]ρ[α(φεῖσα), καὶ ἐπ]ερωτ[ηθ(εὶς)]
| ὡμολόγησα. | ὑπατίας τῶν δεσποτῶν ἡμῶν | Μαξιμιανοῦ τὸ η καὶ Μαξιμίνου
| τὸ β Αὐγούστων Φαρμοῦθι η. | (hand 2) Αὐρήλιος Ἁράχθης
πέπρακα τὸν ὄνον | καὶ ἀπέσχον τὴν τιμὴν ὡς πρόκιτε. | Αὐρήλιος Σερῆνος
ἔγραψα [[υ]] ὑπὲρ αὐτοῦ | γράμματα μὴ εἰδ(ότος). |
|