EMPTIO
ASINI AEGYPTIA Sale of a donkey ( October 2, AD 204 ) |
P. Oxy. XIV, 1707 = Sel. Pap. I, 33 ( Duke Data Bank of Documentary Papyri ). |
{ὁμολογεῖ}
Ἀπολλώνιος Ἡφαιστίωνος | τ[ο]ῦ Ἀμμωνίου Σωσικόσμιος ὁ κ(αὶ) Ἀλθ<αι>εὺς
| Ἀπολλωνίῳ Ἀπολλωνίου τοῦ Σαραπίω-|νος Εὐθηνοδ<οτ>είῳ τῷ καὶ
Ἀλθαιεῖ χαίρειν. | ὁμολογῶ πεπρακέναι σοι ὄνον θήλειαν | πρωτοβόλον
μυόχρωμον ἀχάρα-|κτον τιμῆς τὴς συμπεφωνημέ-|νης πρὸς ἀλλήλους ἀργυρίου
Σεβαστῶν | νομίσματος δραχμῶν ἑξακοσί-|ων, (γίνονται) (δραχμαὶ) χ, ἃς
καὶ αὐτόθι ἀπέσχεν ὁ ὁ-|μολογῶν Ἀπολλώνιος παρὰ τοῦ | Ἀπολλωνίου, καὶ
βε<βαι>ώσει πάσῃ βε-|βαιώσει ἀπ[ὸ] παντὸς τοῦ ἐπελευσο-|μένου
ταύτ[η]ν τοιαύτην ἀναπόρρι-|φον. ἐὰν δὲ ἐπιλάβηταί τις αὐτῆς, | ἀποστήσει
αὐτὸν ὁ Ἀπολλώνιος ταῖς | ἰδίαις αὑτοῦ δαπάναις. κυρία ἡ πρᾶσις. | ἔτους
τρεισκαιδεκάτου Αὐτοκρατόρων | Καισάρων Λουκίου Σεπτιμίου Σεουήρου |
Εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ | Ἀδιαβηνι[κ]οῦ Παρθικοῦ Μεγίστου | καὶ
Μάρκου [Α]ὐρηλίου Ἀντωνίνου | Εὐσεβοῦς Σεβαστῶν καὶ Πουβλίου | Σεπτιμίου
Γέτα Καίσαρος Σεβαστοῦ | Φαῶφι ε. | (hand 2) Ἀπολλώνιος
| ὁ προκίμενος | πέπρακα ὡς πρ-|όκιται. |
|