EMPTIO
DOMUS Sale of land and house ( AD 3rd century ) |
P. Oxy. XIV, 1700 ( Duke Data Bank of Documentary Papyri ). |
--
-- -- -- -- -- -- -- -- --
| κώμῃ Σερύφε̣ι̣..[ - ca. 35 - ] |
ον καὶ ὁλόκληρον περιστερεῶνα καὶ οἰκίαν καὶ αὐλὴν σὺν χρη-|στηρίοις
καὶ ἀνήκουσι πᾶσι, ὧν ὅλων γείτονες νότου Τασωτ[ᾶ (?)], | βορρᾶ διῶρυξ,
ἀπηλιώτου δημοσία ῥύμη, λιβὸς ἑτέρων ψιλοὶ τό-|ποι, τὰς δὲ συμπεφωνημένας
πρὸς ἀλλήλους ὑπὲρ τιμῆς | [τ]ῶν προκειμένων πάντων ἀργυρίου Σεβαστοῦ
νομίσματος | [δ]ραχμὰς μυριάδα μίαν δισχιλίας , αἵ εἰσιν ἀργυρίου
τάλαντα | [δύ]ο , αὐτόθι ἀπ[έ]σχον, καὶ ἐπερωτηθεὶς ὡμολόγησα ἠριθμῆ-|[σθαι
ἐμὲ] παρὰ σοῦ διὰ χειρὸς ἐκ πλήρους. κρατεῖν οὖν σε | καὶ κυριεύειν
σὺν ἐγ- ’γόνοις καὶ τοῖς παρὰ σοῦ μεταλημψομέ-|νοις τῶν προκειμένων
ὑπαρχόντων καὶ οἰκοπέδων, καὶ | χρᾶσθαι καὶ διοικεῖν περὶ αὐτῶν ὡς ἐὰν
αἱρῇ, καὶ ἐξουσίαν ἔχει(ν) | ἑτέροις π[ω]λεῖν, ἅπερ ἐπάναγ- ’κες παρέξομαί
σοι βέβαια διὰ παν-|τὸς ἀπὸ πάντων πάσῃ βεβαιώσει, καὶ καθαρὰ ἀπό τε
γεωργίας βασιλι-|κῆς καὶ οὐσιακῆς
γῆς καὶ παντὸς εἴδους
καὶ ἀπ[ὸ ὀ]φειλῆς καὶ κατο-|χῆς πάσης
[δ]ημοσίας τε καὶ ἰδιωτικῆς, καὶ τὰ μὲν σιτικὰ καὶ ἀμπε-|λικὰ ἐδ[άφ]η
ἀπὸ ἀπεργασίας καὶ ὑδροφυλακίας χωμάτων, ἔτι δὲ καὶ | ἀπὸ τῶν ὑπὲρ αὐτῶν
τελουμένων δημοσίων τ[ε]λεσμάτων καὶ ἐπι-|κλασμῶν κα[ὶ] ἐπιμερισμῶν
παντοίων τῶν ἕως ἐπαγομένων κ[αὶ] αὐ-|τῶν ἐπαγ[ο]μένων τοῦ ἐνεστῶτος
α (ἔτους) διὰ τὸ τὰ ἀπ[ὸ τοῦ εἰσιό]ντος β (ἔτους) τ̣ο̣ύ̣-|των πρό[σ]φορα
εἶναι σοῦ τοῦ ὠνουμένου, πρὸς ὃ[ν καὶ εἶν]α̣ι τὰ ἀπὸ τοῦ αὐ-|τοῦ εἰσιόντ[ο]ς
β (ἔτους) τελέσματα παντοῖ[α,] τ̣ὸ̣ν̣ δὲ ἐπελ[ευσόμ]ε̣ν̣ο̣ν̣ | ἢ ἐμποιη[σό]μενον
ἀποστήσειν παραχρῆμα τοῖς ἰδίοις ἀ̣[νηλώμασι] | καθάπ[ερ ἐ]κ δίκης.
κυρία ἡ πρᾶσις τρισσὴ γραφεῖσα, [ἥνπερ ὁπηνίκα] | ἐὰν αἱρῇ δημοσιώσεις
διὰ τοῦ καταλογείου, οὐ προσδε[όμενος μετα]-|[λήμψεως μ]ο̣υ̣ οὐδὲ ἑτ[έρας
μου εὐδο]κήσεως δ[ιὰ τὸ ἐντεῦθεν - ca. ? - ]
| --
-- -- -- -- -- -- -- -- -- |
|