| EMPTIO 
        DOMUS Sale of house ( AD 240-280 )  | 
    
P. Oxy. XIV, 1699 ( Duke Data Bank of Documentary Papyri ).  | 
    
Αὐρήλιοι 
          [ - ca. 10 - κα]ὶ  Σαραπίων  
          καὶ  Ὧρος  καὶ  Κόλλουθος  Τ̣[ - ca. 10 - ] 
          | λου  μητ[ρὸς ...... ἀπὸ κ]ώμης Παείμεως τοῦ Ὀξυρυγ’χείτου 
          ν̣[ο]μ̣[οῦ Αὐρηλίῳ] | Σερήνῳ τ[ῷ καὶ Σαραπίων]ι Ἀγαθείνου καὶ ὡς χρηματίζεις 
          χαίρειν. ὁ[μολογοῦμεν] | πεπρακέναι [σοι ἀπὸ τοῦ νῦν] εἰς τὸν ἅπαντα 
          χρόνον τὰ ὑπάρχοντα  ἡ[μῖν  ἐν  τῇ  αὐτῇ] | κώμῃ  
          Παείμ[ει  ἐν  τοῖς]  ἀνὰ  μέσον  μέρεσι  
          τῆς  κώμης  οἰκίαν μονόστ[εγον   καὶ]   
          |   ἀθύρωτον   καὶ   [ἀθυρίδ(?)]ωτον(?)   
          καὶ   τοὺς   περὶ αὐτὴν ψιλοὺς τόπους σὺν χ̣ρησ̣τ̣η̣(ρίοις) 
          καὶ [ἀνήκου]-|σι καὶ συνκύρουσι πᾶσι, ὧν [γ]είτονες νότου Φουλλίου καὶ 
          Πασαλύμιος καὶ ἄλλων, βορρᾶ [Ὥ(?)]ρ̣[ου(?)] | Πετ’τίριος, ἀπηλιώτου 
          δημοσία ῥύμη, λιβὸς ἱερόν, τιμῆς τῆς συμπεφωνημένης | πρὸς ἀλλήλους 
          τῆς προκειμένης οἰκίας καὶ ψιλῶν τόπων καὶ χρηστηρίων ἀργυ-|ρίου Σεβαστοῦ 
          νομίσματος δραχμῶν τετρακισχιλίων πεντακοσίων , ἅσπερ αὐ-|τόθι ἀπέ[σ]χο̣μεν 
          παρὰ σοῦ ἐκ πλήρους διὰ χειρός, καὶ περὶ τοῦ ἠρ̣ιθ̣μ̣ῆ̣σθαι ἡμᾶς ἐξ 
          ὁλο-|κλήρου ἐπερωτηθέντες ὑπὸ σοῦ ὡμολογήσαμεν. διὸ ἀπὸ τοῦ νῦν κρατεῖν 
          σε | καὶ κυριεύειν σὺν ἐκγόνοις καὶ τοῖς παρὰ σοῦ μεταλημψομένοις τῶν 
          πωλου-|μένων σοι ὑφ᾽ 
          ἡμῶν ὡς πρόκειται οἰκίας καὶ ψιλῶν τόπων καὶ χρηστηρίων, | καὶ ἐξουσίαν 
          ἔχειν χρᾶσθαι καὶ οἰκονομεῖν περὶ αὐτῶν ὡς ἐὰν αἱρῇ, μ[ηδεμιᾶς] | ἡμῖν 
          μηδ᾽ 
          ἄλλῳ μηδενὶ ὑπὲρ ἡμῶν ἐφόδου καταλειπομένης ἐπ᾽ 
          [αὐτὰ ἢ ἐπὶ μέ]-|ρος αὐτῶν κατὰ μηδένα τρόπον, ἅπερ καὶ ἐπάναγ’κες παρέξομέν 
          [σοι βέβαια] | διὰ παντὸς ἀπὸ πάντων πάσῃ   βεβαιώσει,   
          καὶ   καθαρὰ   ἀπό   τε   ἀπογρα[φῆς   
          ἀνδρῶν] | καὶ   γεωργίας   βασιλικῆς   
          καὶ οὐ[σι]ακῆς γῆς καὶ παντὸς εἴδους κα[ὶ ἀπὸ ὀφειλῆς καὶ κα]-|τοχῆς 
          [παντοίας δημοσ]ίας τε καὶ ἰδιωτικῆς καὶ πολι[τικῆς καὶ γεουχικῆς(?)] 
          | καὶ ἀπὸ π̣[αντὸς οὑτινοσοῦν ἄλλου, καὶ πάντα τὸν καθ᾽ 
          ὁνδηποτοῦν τρόπον ἐπελευσόμε]-|νον ἢ ἐμ[ποιησόμενον ἀφιστάνειν παραχρῆμα 
          τοῖς ἰδίοις ἀνηλώμασι καθάπερ ἐκ δίκης. κυρία] | ἡ π̣ρ̣[ᾶσις  - ca. ? - ] 
          | Traces 1 line  | 
    
|      |