LOCATIO
REI Lease of land ( October 13, AD 306 ) |
P. Oxy. I, 102 = P. Lond. III, 766 descr. ( Duke Data Bank of Documentary Papyri ). |
ἐπὶ
ὑπάτων τ[ῶν] κ[υ]ρίων ἡ[μ]ῶν Αὐτοκρατόρων | Κωνσταντίου καὶ Μαξιμιανοῦ
Σεβαστῶν τὸ Ϛ. | Αὐρηλίᾳ
Ἀντιοχίῃ τῇ καὶ Διονυσίᾳ,
θυγ(ατρὶ) Ἀντιόχου τοῦ καὶ
| Διονυσίου ἄρξαντος τῆς λαμ(προτάτης) πόλεως τῶν
Ἀλεξανδρέων, | παρὰ Αὐρηλίου Διοσκόρου Ἀπολλωνίου μη(τρὸς) Εἰδοῦτος,
| ἀπὸ τῆς λαμ(πρᾶς) καὶ λαμ(προτάτης) / / Ὀξυρυγ’χιτῶν πόλεως.
ἑκουσίως | ἐπιδέχομαι μισθώσασθαι πρὸς μόνον τὸ ἐνεστὸς (ἔτος) ιε ((s-etous))
καὶ γ ((s-etous)) | ἀπὸ τῶν ὑπαρχόντων σοι περὶ Σ̣ε̣ν̣τὼ Πλελὼ
τῆς μέσης τοπ(αρχίας) | τοῦδε τοῦ νομοῦ πρὸς ἐποικίῳ Σ̣[...]..α̣ειτε
λ[εγ]ομένου | ἐκ βορρᾶ χώματος μηχανῆς ἐδ[άφ]ους Τεψιταὶ [λε]γομένου,
| ἀρούρας ἐνναία , ἢ ὁσας ἐὰν ὦσι, ἐκ [γε]ωμετρίας, [εἰς] ξυλαμὴν |
λινουκαλάμης, φόρου ἀποτακτοῦ ἑκάστης ἀρούρας ἀργυρίου | ταλαντον ἑν
καὶ δραχμας τρισχιλιας πεντακοσιας . ἀπὸ δὲ τῶν | συναγομένων αὐτόθι
ὁμολογεῖ ἡ γεοῦχος ἐσχ[η]κέναι παρὰ | τοῦ μεμισθωμένου ἀργυρίου τάλαντα
τέσσαρα [ἀ]κινδυνων | παντὸς κινδύν[ου], τῶν τῆς γῆς δημοσίων ὄντων
πρὸς σὲ | τὴν γεοῦχον κυριεύουσαν τῶν καρπῶν ἕως τ[ο]ῦ τὸν φό-|ρον ἀπολάβῃς.
βεβαιουμένης δέ μοι τῆς ἐπιδ[ο]χῆς ἐπάναγ-|κες ἀποδώσω τὰ λυπὰ τοῦ φόρου
τῷ Ἐπεὶφ μηνὶ τοῦ ἐνεσ-|τῶτος ἀνυπερθέτως. κυρία ἡ ἐπιδοχή, καὶ ἐπερωτηθεὶς
ὡ-|μολόγησα. [ι]ε (ἔτους) καὶ γ (ἔτους) τῶν κυρίων ἡμῶν Κωνσταντίου
| καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Σευήρου καὶ Μαξιμίνου τῶν | ἐπιφανεστάτων
Καισάρων, Φαῶφι ιϚ. | (hand 2)
Αὐρηλία Ἀντιοχία ἡ καὶ Διονυσία ἐμίσθωσα [[ὡς πρόκ(ειται)]] | καὶ ἔσχον
τὰ τοῦ ἀργυρίου τάλα[ν]τα τέσσαρα ὡς πρόκειται. | (hand 1)
δι᾽
ἐμοῦ Ἀπίωνος ς.[....].( ) ἐγένετ(ο). |
|