| LOCATIO 
        REI Lease of house ( December 19, AD 360 ) | 
| P. Oxy. XIV, 1695 ( Duke Data Bank of Documentary Papyri ). | 
| ὑπατίας 
          τῶν δεσποτῶν ἡμῶν | Κωνσταντίου Αὐγούστου τὸ ι καὶ Ἰουλιανοῦ | τοῦ ἐπιφανεστάτου 
          Καίσαρος τὸ γ | Χοίακ κγ. | Αὐρηλίοις Σύρῳ καὶ Τεχώσι καὶ | Ἀσύ̣ν̣ῃ 
          τοῖς τρισὶ ἐκ πατρὸς Διονυσίου | ἀπὸ τῆς λαμ(πρᾶς) καὶ λαμ(προτάτης) 
          Ὀξυρυγχ(ιτῶν) πόλεως | παρὰ Αὐρηλίου Κοπρέως Σύρου | μη(τρὸς) Σαραπιάδος 
          ἀπὸ τῆς αὐτῆς πόλεως. | ἑκουσίως ἐπιδέχομαι μισθώσα-|σθαι ἐφ᾽ 
          ἐνιαυτὸν ἕνα ἀπὸ α | τοῦ ἑξῆς μηνὸς Τῦβι τοῦ ἐνεστῶτος | ἔτους λζ (ἔτους) 
          καὶ Ϛ (ἔτους) ἐν τῇ αὐτῇ πόλει | ἐπ᾽ 
          ἀμφόδου Ἀπολλωνίου τοὺς | κληρωθέντας ὑφ᾽ 
          ὑμῶν τόπους | τῆς οἰκίας εἰς τὸ κ̣.......λ̣ι̣ο̣υ̣ | .[..]..[..] τ̣όπ̣ου̣ς 
          ἀκολούθως τῇ | γενομένῃ ἐγ’γράφῳ διαιρέσει | ἐφ᾽ 
          οἷς περιέχει δικ̣[αί]ο̣ι̣ς̣ δι[ὰ] τ̣ὸ̣ μεταξὺ | ὑμῶν καὶ τῆς μητρὸ[ς] 
          .ι̣.[.]..[.].., | καὶ τελέσω ὑμῖν ἐν[ο]ικίου | τῶν αὐτῶν τόπων ὑμῶ̣ν̣ 
          κ̣α̣ὶ̣ ἑ̣τ̣έ̣ρο̣υ̣ μέρους αὐ-|\λῆς ἐκ̣τ̣ὸ̣ς̣ τ̣ο̣ῦ̣ ο̣ἴ̣κ̣ο̣υ/ τοῦ ἐνιαυσίου 
          χρόνου ἀρ[γ]υρίου Σεβαστῶ(ν) | νομίσματος τάλαντα ἑξακισχίλια, γ(ίνονται) 
          (τάλαντα) Ϛ. | βε[β]αιουμένης δὲ ἐμοὶ τῆς ἐπιδοχῆς | ἐπάναγκες ἀποδώσω 
          τὸ ἐν[ο]ίκιον δι᾽ 
          ἑξα-|μήνου τὸ ἥμισυ, καὶ χρήσομαι τοῖς τό-|ποις ἐπὶ τὸν χρόνον ἀκωλύτως, 
          μεθ᾽ 
          ὃν | παραδώσω ὡς παρείληφα, γινομένης | σοι τῆς πράξ(εως) παρὰ [ἐμο]ῦ 
          ὡς καθήκ(ει). | κυρία ἡ ἐπιδοχὴ (δισσὴ) γρ(αφεῖσα), καὶ ἐ[περ(ωτηθεὶς) 
          ὡ]μ̣(ολόγησα). | 
|   |