| LOCATIO 
        REI Lease of a house and appurtenances at Oxyrhynchus for six years ( March 7, AD 280 ) | 
| P. Oxy. XIV, 1694 ( Duke Data Bank of Documentary Papyri ). | 
| ἐμίσθωσεν 
          Αὐρήλιος | Ἡρακλᾶς Ζωίλου μητρὸς | Θερμουθίου ἀπὸ τῆς λαμπρᾶς | καὶ 
          λαμπροτάτης Ὀξυρυγχειτῶ(ν) | πόλεως Αὐρηλίᾳ Χαιρήμονι | Ἡρακλάμμωνος 
          τοῦ καὶ Ἀγαθοῦ | Δαίμονος ἀρχιερατεύσαντος τῆς | Μεικρᾶς Ὀάσεως ἐπὶ 
          χρόνον ἔτη | ἓξ ἀπὸ τοῦ ὄντος μηνὸς Φαμε-|νὼθ τοῦ ἐνεστῶτος ε (ἔτους) 
          τὴν | ὑπάρχουσαν αὐτῷ ἐπ᾽ 
          ἀμφόδου | Ἱππέων Παρεμβολῆς οἰκίαν | καὶ αἴθριον καὶ αὐλὴν ἐν ᾗ | φρ[έα]ρ 
          καὶ τὰ ταύτης χρηστήρια | π̣ά̣ν̣τ̣α̣ ἐνοικίου κατ᾽ 
          ἔτος ἀργυ-|ρίου δραχμῶν χειλίων . | βεβαιουμένης δὲ τῆς μισθώ-|σεως 
          χράσθω ὁ μεμισθωμέ-|νος τοῖς μισθουμένοις πᾶσι | ἐπὶ τὸν χρόνον ἀκωλύτως, 
          | καὶ ἀποδότω τὸ κατ᾽ 
          ἔτος ἐνοί-|κιον ἐν δόσεσι δυσὶ δι᾽ 
          ἑξαμή-|νου τὸ ἥμισυ, καὶ ἐπὶ τέλει τοῦ | χρόνου παραδότω τὴν οἰ-|κίαν 
          καθαρὰν ἀπὸ κοπρίω(ν) | καὶ δείσης πάσης καὶ ἃς ἐὰν | παραλάβῃ θύρας 
          καὶ κλεῖδας | ἢ ἀποτεισάτω οὗ ἐὰν μὴ παρα-|δῶ τὴν ἀξίαν τιμήν, τῆς | 
          πραξε ο̣ὔσης παρά τε τοῦ μ[ε-]|μισθωμένου ὡς καθήκει. | κυρία ἡ μίσθωσις, 
          περὶ ἧς ε᾿πε-|ρωτηθεὶς ὁ μεμισθωμένος | [ὡ]μολόγησεν. ἔτ[ο]υς ε | Αὐτοκράτορος 
          Καίσαρος Μάρκου | Αὐρηλίου Πρόβου Γοθθ̣ικοῦ Μεγίστου | Περσικοῦ Μεγίστου 
          Γερμανικοῦ [Μεγίστου] | Ε[ὐσε]β[ο]ῦς Εὐτυχοῦς Σ[εβαστοῦ] | Φαμενὼθ ια. 
          (hand 2) Αὐρήλιος | Ἐπ̣ί̣μ̣α̣χ̣ο̣[ς] ἀρχιρατεύσαντος | 
          μεμίσθω̣μ̣α̣ι̣ τὰ προκίμενα | κ̣α̣ὶ̣ ἀ̣ποδώσω τὸ ἐνοίκιν | ὡς πρόκιται 
          καὶ ἐπερω-|τηθ[εὶς] ὡμολόγησα. | - ca. ? - | 
|   |