LOCATIO
REI Lease of five arourae of land at Mermertha for two years ( September 24, AD 266 ) |
P. Oxy. XIV, 1689 ( Duke Data Bank of Documentary Papyri ). |
r |
ἐμί[σθ]ωσαν
Αὐρήλιοι [Σε]ρῆνος | ὁ καὶ Σαραπίων
[καὶ Ἀπί(?)]ων | ἀμφ[ότ]εροι Ἀγαθεί[νου] ἀπ᾽
Ὀξ[υ]ρ[ύ]γ-|χων πόλεως Αὐρηλ[ίο]ις Ἀντω-|νίῳ Π[λ]άτωνος μητρὸς Τα-|π[..]ά̣λ̣λ̣ι̣ο̣ς
καὶ Πανεχώτῃ Πανε-|χώτου μητρὸς Ταύριο̣ς̣ Ἱ̣ερέω̣[ς(?)] | ἀμφοτεροι
ἀπὸ [κώμ]ης Μερ-|μ[έ]ρθων ἐπὶ χρόν[ον ἔτ]η δύο | ἀπὸ τοῦ
ἐνεστῶτο[ς ιδ (ἔτους)] τὰς ὑπαρ-|χούσας αὐτοῖς
περ[ὶ Μερ]μέρθα | ἐν δυσὶ κλήροις ἀρ[ούρας] πέντε , | ὥ[σ]τε τοὺς
μεμισ[θω]μένους | σπεῖραι καὶ ξυλαμῆσ[αι] οἷς ἐὰν | αἱρῶνται χωρὶς εἰσάτ[ε]ως
καὶ ἐχομενίου, ἐκφορίου [κα]τ᾽
ἔτος | ἀποτάκτου πυροῦ [ἀρτα]βας δέκα | καὶ φακῆς ἀρταβ[ῶν] δέκα | ἀκινδύνων
παν[τὸ]ς κινδύ-|νου, τῶν τῆ[ς] γῆς κα[τ᾽]
ἔτος δη-|μοσίων ὄντων [πρὸς] τοὺς | γεούχου[ς] κυριεύοντ[ας] τῶν | καρπῶν
ἕως τὰ ὀφε̣[ιλόμ]ενα | ἀπολάβωσι. ἐὰν δέ τις, [ὃ] μὴ εἴη, | ἄβροχος
γένηται, π[αρ]αδεχθήσε-|ται τοῖς μεμισθωμ[έ]νοις. βεβαι-|ουμένης δὲ
τῆς μισθώσεως | ἀποδότωσαν οἱ μεμ[ισ]θωμέ-|νοι τὸν
πυρὸν καὶ τὴν φακῆν | νέα καθαρὰ ἄδολα
ἄ̣β̣[ωλ]α | κεκοσκινευμένα, τὸν μὲν | πυρὸν ὡς εἰς δημό[σι]ον με-|τρούμενον,
τὴν δὲ φακῆν χω-|ρὶς βοτανῶν ἐφ᾽
[ἅ]λ̣ω̣ τ̣ῆ̣ς̣ | Μερμέρθων κοινουμε[τρ]οῦντος δικαίᾳ μετρήσι τῆς πράξε-|ως
οὔσης παρά τε τῶν [με]μισθω-|μένων ἀλληλενγ[ύων
ὄ]ντων | καθότι πρόκειται, π[ερὶ] ἧς ἐ-|περωτήσαντες
ἀ[λλ]ήλους | ἑαυτοῖς ὡμολόγησ[α]ν. | (ἔτους) ιδ Αὐτοκράτο[ρο]ς Καίσαρος
| Πουπλίου Λικιννίου Γαλ[λ]ιηνοῦ | Γερμανικοῦ Μεγίστ[ου] Περσικ[οῦ]
| Μεγίστου Εὐσεβοῦς Εὐ[τ]υχοῦς | Σεβαστοῦ Θὼθ κζ. | (hand 2)
Αὐρήλιοι Ἀντώνι[ος] καὶ Πα-|νεχώτης μεμισθώμεθα | τὴν γῆν καὶ ἀποδ[ώ]σο-|μεν
τὰ ἐκφόρια ἐ̣[ξ ἀλλ]ηλ[ε]γ̣-|γύης ὡς πρόκ(ειται), καὶ ἐπερ̣[ωτ]ηθέν-|τες
ὡμολογήσαμεν. Αὐρήλι[ο]ς | Χαιρή[μ]ων ἔγρα(ψα) ὑπὲρ αὐτῶν | μὴ εἰ[δό]των
γράμματα. | |
v |
μίσθως[ι]ς
Μερμέ[ρθων] ἀρουρῶν [πέν]τε. |
|