LOCATIO
REI Lease of land ( October 13, AD 316 ) |
P. Oxy. I, 103 = P. Lond. III, 767 descr. ( Duke Data Bank of Documentary Papyri ). |
r |
Αὐρηλίῳ [Θ]εμιστοκλεῖ
τῷ καὶ Διοσκουρί[δῃ γυμ]νασιάρχῳ | πρυτανε[ύσ]αντει
βουλ(ευτῇ) τῆ[ς λ]αμ(πρᾶς) καὶ λ[αμ(προτάτης) Ὀξυρυγχ]ειτῶ[ν πόλεως]
| διὰ Κο[ρμ]ιλίου βοηθοῦ, | παρὰ Αὐρηλίων Λεωνίδου Θέωνος καὶ Δι[οσ]κ[ό]ρου
Ἀμμωνίου | ἀμφοτέρων ἀπὸ τῆς αὐτῆς πόλεως. ἑκουσίω[ς] ἐπιδεχόμεθα
| μεισθώσα[σ]θαι πρὸς μόνον τὸ
ἐνεστὸς ια καὶ ἔνατον ἔτος | ἀπὸ τῶν ὑπ[α]ρχόντων σοι περὶ τὸ Ἰσῖον
Πανγᾶ ἐν περιχώματι | Νέσλα κο[ι]νωνείας τοῦ ἀδ[ε]λφοῦ σου Λευκα[δ]ίου
ἄρουραν μείαν | εἰς σπορὰν λινοκαλάμη[ς, κα]ὶ ἀντὶ φόρου παρασχῖν σοι
τῷ γεού-|χῳ ἥμυσοι μέρος τῆς π[ερι]γινομένης
λινοκαλάμης ἀπὸ τῆς | γῆς, καὶ ἡμᾶς τοὺς μεμ[ισ]θωμένους
ἀν[θ᾽]
ἧς ποιούμεθα γεωργείας καὶ ὧν παρέχομ[εν] σπερμάτων καὶ ἀναλωμάτων |
πάντων τὸ λοιπὸν ἥμισοι μέρος καὶ ὁλό[κλ]ηρον τὸ λινόσπερμον | ἀκίνδυνα
πάντα παντὸς κινδύνου, τῶν τῆς γῆς δημοσίων ὄντων | πρὸς σὲ τὸν γεοῦχον
κυριεύοντα τῶν καρπῶν ἕως τὰ ὀφιλόμενα | ἀπολάβῃς. βεβεουμένης δὲ ἡμῖν
τῆς ἐπιδοχῆς ἐπάνανκες | ἀποδώσωμεν τὸ ἥμισοι μέρος τῆς περιγινομένης
λινο-|καλάμης ἐπὶ τῆς λιμνου τεταριχευμένης ἀνυπερθέτως | τῷ δέοντι
καιρῷ, γινομένης σοι τῆς πραξεω παρά ται ἡμῶν | ἀλληλεγ’γύων ὄντων εἰς
ἔκτισιν ὡς καθήκι. κυρία ἡ ἐπιδο-|χή, καὶ ἐπερωτηθέντες
ὡμολογήσαμεν. | ὑπατείας Καικινίου
Σαβίνου καὶ Οὐετίου Ῥουφίνου τῶν
| λαμ(προτάτων), Φαῶφι ιϚ. | ——
(hand 2) Αὐρήλιος Θεμιστοκλῆς ὁ καὶ Διοσκουρίδης | [δ]ι᾽
ἐμοῦ Κορμιλίου βοηθ(οῦ) ἔσχον τούτου | τ̣[ὸ ἴ]σον. ὑπερβολίου προσφερομένου
| [προ]σδεχθήσεται. |
v |
Λεωνίδου καὶ Διοσκόρ(ου)
στιπ’ποτιμη̣τ(ῶν). |
|