EMPTIO
SERVORUM A young female slave and her son are sold for 2.000 drachmae ( March 27 - April 25, AD 252 or 253 ) |
P. Oxy. IX, 1209 ( Duke Data Bank of Documentary Papyri ). |
[ἔτους
̣ Αὐ]τοκρ[α]τόρων Καισάρων Γαίου Οὐιβίου Τρεβωνιανοῦ | [Γάλλου καὶ Γαίο]υ̣
Οὐ[ιβί]ου Ἀφινίου Γάλλου Οὐελδουμιανοῦ Οὐολουσιανοῦ | [Εὐσε]βῶν Εὐτυχ[ῶ]ν
Σεβαστῶν Δαισίου vac. ? Φαρμοῦθι vac. ?
| [ἐν Ὀξ]υρύγχων πόλει
ἐπὶ Αὐρηλίου Ἀντιπάτρου τοῦ
καὶ Διονυσίου | [ἀσχ]ολουμένου ὠνὴν ἀγορανομίου.
| [ἐπρί]ατο Αὐρήλιος Ἀσκληπιάδης ὁ καὶ Σαρᾶς Σαραπίωνος μητρὸ(ς) | [Λουκ]ίλλης
τῆς καὶ Δημητρίας ἀπ᾽ Ὀξυρύγχων πόλεως ὡς
(ἐτῶν) λβ | [ἄσημ(ος)] παρὰ Αὐρηλίου Σερήνου τοῦ καὶ Σαραπίωνος Ἀγαθείνου
| [μητρὸ]ς Ταπ̣ο̣σ̣είριος ἀπὸ τῆς αὐτῆς πόλεως ὡς (ἐτῶν) λδ ἀσήμ(ου),
ἐν ἀ-|[γυιᾷ, τὴ]ν ὑπάρχουσαν αὐτῷ ὠνηθεῖσαν ὑπ᾽
αὐτοῦ κατὰ χρη-|[ματισ]μὸν γενόμενον διὰ τοῦ αὐτοῦ ἀγορανομίου τῷ δ
(ἔτει) | [Φιλίππ]ων μηνὶ Φαμενὼθ ἀπὸ τῆς τοῦ ὠνουμένου μητρὸς | [Αὐρηλ]ίας
Λουκίλλης τῆς καὶ Δημητρίας Εὐπόρου τοῦ Διογένους | [μητρὸς] Ταύριος
τῆς καὶ Φιλουμένης ἀπὸ τῆς αὐτῆς πόλεως | [οἰκογε]νὴν αὐτῆς δούλην ὀνόματι
Τερέα ὡς (ἐτῶν) κα μελίχρο(υν) ο(ὐλὴ) | [.....]η̣ σὺν ὑποτιτ<θ>ίῳ
αὐ[τ]ῆς ἀρρενικῷ βρέφει ὀνόματι | [......] ἥνπερ δούλην σὺν [τ]ῷ ὑποτι<τ>θίῳ
αὐτόθι παρείλη-|[φ]ε̣ν̣ ὁ̣ πριάμενος παρὰ τοῦ [ἀ]ποδουμένου ταῦτα τοιαῦτα
| [ἀναπόρρ]ιφα ἐκτὸς ὄντα ἱερ[ᾶς] νόσου καὶ ἐπαφῆς, ἀνα-|[κριθείση]ς̣
τῆς Τερεῦτος ὡς διὰ τοῦ προτέρου χρηματισμοῦ | [δηλοῦται], τὰς δὲ συμπεφωνημένας
πρὸς ἀλλήλους | [ὑπὲρ τῆς α]ὐτῆς δούλης σὺν τῷ ὑποτι<τ>θίῳ ἀργυρίου
Σεβαστῶν̣ | [νομίσμα]τος δραχμὰς δισχιλίας ἀπέσχεν ὁ ἀποδόμενος | [Αὐρήλιος]
Σαραπίων ὁ καὶ Σερῆνος παρὰ τοῦ πριαμένου | [Αὐρηλίου Ἀ]σκληπιάδου τοῦ
καὶ Σαρᾶ διὰ χειρός. πωλεῖ καὶ | [βεβαιοῖ ὁ ἀ]ποδόμενος τὴν αὐτὴν δούλην
σὺν τῷ ὑποτιτ<θ>ί-|[ῳ - ca. 12 - ]
ὀνόματος αὐτοῦ ὡς πρόκειται ἐν ἀ-|[γυιᾷ τῇ αὐτῇ], περὶ δὲ τοῦ ταῦτα
ὀρθῶς καλῶς γεγε-|[νῆσθαι ἐπερώτη]σ̣εν ὁ ὠνούμενος ὡμολόγησεν | [ὁ ἀποδόμενος.]
| (hand 2) [Αὐρήλιος Ἀσκληπι]άδης ὁ
καὶ Σαρᾶς ἐπριάμην τὴν δούλην |
[ὡς πρόκ(ειται). Αὐρήλιος Σαραπίων ὁ κ]α̣ὶ̣ Σ̣ε̣[ρῆ]ν̣[ος τ]ὴν τιμὴ[ν
ἔσχο]ν̣ | [ὡς πρόκ(ειται) - ca. ? - ] |
-- -- --
-- -- -- -- -- -- -- |
|