EMPTIO
DOMUS Contract for the sale of half a house ( May 26 - June 24, AD 249 ) |
P. Oxy. X, 1276 ( Duke Data Bank of Documentary Papyri ). |
Αὐρήλιοι
Ἀγαθὸς Δ[αίμ]ων Γεμείνου μητρὸς Νείκης καὶ Μεϊθοῦς Ἀπίωνος μητρὸς |
Ἡραΐδος ἀμφότεροι ἀπὸ Ὀξυρύγχων
π[ό]λεως, ἡ δὲ Μεϊθοῦς
χωρὶς κυρίου χρημα-|τίζουσα κατὰ τὰ Ῥωμ[αίω]ν
ἔθη τέκνων δικαίῳ, Αὐρηλίῳ
Σερήνῳ τῷ καὶ Σαρα-|πίωνι
Ἀγαθείν[ου] μητρὸς Ταπ̣[ο]σ̣ειριάδο[ς] ἀπὸ τῆς αὐτῆς πόλεως
χαίρειν. ὁμ[ο]λο-|γοῦμεν πεπρακέναι σοι ἀπὸ τοῦ νῦν εἰ[ς τὸ]ν ἀεὶ χρόνον
τὸ ὑπάρχον ἡμ[ῖν] ἔξ ἴσου ἐ[ν] | τῇ αὐτῇ Ὀξυρύγχων πόλει ἐπ᾽
ἀμφόδου Μυροβαλάνου ἥμι[σ]υ μέρ[ος] οἰκίας π̣α̣λ̣α̣[ι]ᾶ̣ς̣ | καὶ τῶν
ταύτης χρηστηρίων πάντων κοινωνικῆς πρὸς σὲ κατὰ τὸ λοιπὸν ἥμισυ· |
τῆς δὲ ὅλης γείτονες νότου ῥύμη τυφλὴ βορρᾶ Θεωνίδος Ὥρου ἀπηλιώτου
Δι[ο]-|γενίδος Διογένους καὶ ἄλλων λιβὸς δημοσία ῥύμη. τὰς δὲ συμπεφ[ω]νημ[έν]ας
| πρὸς ἀλλήλους ὑπὲρ τιμῆς τοῦ αὐτοῦ ἡμίσους μέρ[ο]υς τῆς οἰκίας σὺν
χρη[σ]τ̣[ηρίο]ις ἀργυ-|ρίου Σεβαστῶν νομίσματος δραχμὰς ἑπτακοσίας αὐτόθι
ἀπέσχομεν παρὰ σοῦ | ἔξ ἴσου διὰ χειρὸς ἐκ πλήρους, διὸ ἀπὸ τοῦ νῦν
κρατεῖν σε καὶ κυριεύειν σὺν ἐκγόνοις | καὶ τοῖς παρὰ σοῦ μεταλημψομένοις
τοῦ πωλουμένου σοι ὑφ᾽
ἡμῶν ὡς πρόκειται | ἡμίσ[ους μέ]ρους τῆς οἰ[κίας] κ̣α̣[ὶ] χ̣[ρῆσ]θ̣αι
καὶ οἰκονομεῖν περὶ αὐτοῦ ὡς ἐὰν αἱρῇ, ὅπερ | καὶ παρεξόμεθά σοι βέβαιον
διὰ παντὸς ἀπὸ πάντων πάσῃ βεβαιώσει καὶ καθαρὸν ἀπό | τε ἀπογραφῆς
ἀνδρῶν καὶ γεωργίας βασιλικῆς καὶ οὐσιακῆς γῆς καὶ παντὸς εἴδους | καὶ
ἀπὸ ὀφειλῆς καὶ κατοχῆς παντοίας καὶ ἀπὸ παντὸς οὑτινοσοῦν ἄλλου. κυρία
ἡ πρᾶ-|σις δισσὴ γραφεῖσα, ἥνπερ ὁπηνίκα ἐὰν αἱρῇ δημοσιώσεις διὰ τοῦ
καταλογείου | οὐ προσδεόμενος με[τ]αδόσεως οὐδὲ ἑτέρας συνευδοκήσεως
ἡμῶν διὰ τὸ ἐν-|τεῦθεν εὐδοκεῖν ἡ[μ]ᾶς τῇ γεινομένῃ ὑπὸ σοῦ δημοσιώσει,
περὶ δὲ τοῦ ταῦτα | ὀρθῶς καλῶς γείνεσθαι ἐπερωτηθέντες ὑπὸ σοῦ ὡμολογήσαμεν.
(ἔτους) Ϛ | Αὐτοκρατόρων Καισάρων Μάρκων
Ἰουλίων Φιλίππων Καρπικῶν Μεγίστων | Γερμανικῶν Μεγίστων Εὐσεβῶν Εὐτυχῶν
Σεβαστῶν Παῦνι. | (hand 2) Αὐρηλία Μεειθοῦς Ἀπέωνος χωρὶς
κυρίου χρηματίζουσα τέκνων δικαίῳ | πέπρακα τὸ ἥμισυ μέρος σὺν τῷ Ἀγαθῷ
Δαίμονι τῆς οἰκίας καὶ ἀπέσχον | τὸ κατ᾽
ἐμὲ ἥμισυ μέρος τῶν τῆς τιμῆς δραχμῶν ἑπτακοσίων καὶ βε-|βαιώσω ὡς πρόκειται
καὶ ἐπερωτηθεῖσα ὡμολόγησα. Αὐρήλιος Διόσκο-|[ρ]ος Θέωνος ἔ\γ/ραψα ὑπὲρ
αὐτῆς μὴ εἰδυίης γράμματα. (hand 3) Αὐρήλιος Ἀγα-|[θ]ὸς
Δαίμων Γεμείνου πέπρακα τὸ ἥμισυ μέρος τῆς οἰκί-|[α]ς καὶ ἀπέσχον τὸ
κατ᾽
ἐμὲ μέρος τῶν τῆς τιμῆς | [ἀ]ργυρίου δραχμῶν ἑπτακοσίων καὶ βεβαιώσω
ὡς | [πρ]όκειται καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος | [Σ]αραπάμμων̣
Διογένους ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰ-|[δό]τος γράμματα. |
|