LOCATIO
REI Lease of a dining-room ( January 19, AD 449 ) |
P. Oxy. VIII, 1129 = Sel. Pap. I, 46 ( Duke Data Bank of Documentary Papyri ). |
μετὰ
τὴν ὑπατίαν Φλαουίων Ζήνωνος καὶ Ποστουμιανοῦ | τῶν λαμπροτάτων Τῦβι
κδ. | Αὐρηλίᾳ Μίκι θυγατρὶ Θεοδώρου ἀπὸ τῆς λαμπρᾶς | καὶ λαμπροτάτης
Ὀξυρυγχιτῶν πόλεως παρὰ Αὐρηλίου | Φοιβάμμωνος υἱοῦ Ἀρτεμιδώρου ἀπὸ
τῆς αὐτῆς πόλεως. | ἑκουσίως ἐπιδέχομαι μισθώσασθαι ἀπὸ νευμηνίας |
τοῦ ἑξῆς μηνὸς Μεχεὶρ τοῦ ἐνεστῶτος ἔτους ρκε ϙδ
| τῆς παρούσης δευτέρας ἰνδικτίονος τοὺς διαφέρον-|τάς σοι ἀπὸ οἰκίας
οὔσης ἐν τῇ αὐτῇ πόλει ἐπ᾽
ἀμφόδου | Μικρῆς Τευμε[ν]ούθεως δύο τόπους ἤτοι συμπόσια | σὺν χρηστηρίοις
πᾶσι, καὶ τελέσω ὑπὲρ ἐνοικίου ἐνιαυ-|σίως ἀργυρίου μυριάδας χιλίας
διακοσίας , ἅσπερ ἀπο-|δώσω κατ᾽
ἔτος δι᾽
ἑξαμήνου τὸ ἥμισυ, καὶ ὁπόταν | βουληθῇς παραδώσω τοὺς αὐτοὺς ἀνυπερθέτως.
| κυρία ἡ μίσθωσις καὶ ἐπερωτηθεὶς ὡμολόγησα. | ——
(hand 2) Αὐρήλιος Φοιβάμμων Ἀρτεμιδώρου ὁ προκείμενος
μεμίσ-|θωμαι [τοὺ]ς̣ τόπου[ς] κ̣α̣[ὶ ἀ]π̣[ο]δ̣ώ̣σω τὸ̣ ἐνοίκιο̣ν̣ [ὡς]
πρόκειται. | [ - ca. 10 - ]..[ - ca. 10 - ἔγρα]ψα
ὑπὲρ α̣[ὐτοῦ γράμματα] | μὴ εἰδ[ότος]. | †
di emu Ṇo...osios.. |
|