LOCATIO
REI Lease of a dining-room ( April 23, AD 173 ) |
P. Oxy. VIII, 1128 ( Duke Data Bank of Documentary Papyri ). |
(hand 2)
ἐμίσθ(ωσεν) Χαιρή(μων) ὁ κ(αὶ) (hand 1) Ἀμμώνιος (hand 2)
Θέ-|ων (hand 1) μητρὸς Θεανοῦτος τῆς καὶ | Σινθώνιος ἀπ᾽
Ὀξυρύγχων πό-|λεως Ἀμμωνίῳ ἀπελευθέ-|ρῳ Σαραπίωνος τοῦ καὶ Θεο-|γένους
ἀπὸ τῆς αὐτῆς πόλε-|ως ἐπὶ χρόνον ἔτη δύο ἀπὸ | ὀγδόης καὶ εἰκάδος τοῦ
ὄντος | μηνὸς Φαρμοῦθι τοῦ ἐνεστῶ-|τος τρεισκαιδεκάτου ἔτους | Αὐρηλίου
Ἀντωνίνου Καίσαρος | τοῦ κυρίου ἀπὸ τῆς ὑπαρχούσης | αὐτῷ ἐν κώμῃ Σεφὼ
οἰκίας | τὸ συμπόσιον καὶ τὴν ἐντὸς | αὐτοῦ κέλλαν ἐνοικίου κατ᾽
ἔ-|τος δραχμῶν εἴκοσι , ἃς ἀπο-|δότω ὁ μεμισθώμενος | Ἀμμώνιος
τῷ μεμισθω-|κότι Ἀμμωνίῳ τῷ καὶ Θέ-|ωνι ἐπὶ τέλει ἑκάστου ἐνι-|αυτοῦ
χωρὶς ὑπερθέσεως, | καὶ μετὰ τὸν χρόνον | παραδότω τοὺς τόπους | καθαροὺς
ἀπὸ κοπρίων | καὶ πάσης ἀκαθαρσίας | καὶ τὰς ἐπικειμένας θύ-|ρας καὶ
κλεῖς. κυρία ἡ μίσθω-|σις. (ἔτους) ιγ Αὐτοκράτορος | Καίσαρος Μάρκ[ο]υ
| Αὐρηλίου Ἀντωνίνου | Σεβαστοῦ Ἀρμενιακοῦ | Μηδικοῦ Παρθικοῦ | Γερμανικοῦ
Μεγίστου | [Φαρμοῦ]θι κη. |
|