TESTAMENTUM
OXYRHYNCHUM Will of Soeris, daughter of Harpocras ( December 26, AD 96 ) |
P. Oxy. I, 104 ( Duke Data Bank of Documentary Papyri ). |
ἔτους ἕκτου δεκάτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ | Σεβαστοῦ Γερμανικοῦ,
Χοίακ λ, ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος, | ἀγαθῆι τύχῃ. | τάδε διέθετο
[ν]οοῦσα καὶ φρονοῦσ[α] Σο[ῆ]ρις Ἁρποχρᾶτος ἀπελευθέρου | Σαραπίωνος
τοῦ Χαιρήμον[ο]ς μη[τ]ρὸ[ς] Τνεφερῶτος τῆς Ἀννίου, | τῶν ἀπ᾽
Ὀξυρύγχων πόλεως, μετὰ κυρί[ου] τοῦ ἀνδρὸς Ἀτρέως μητρὸς Τεραῦ-|τος
τῆς καὶ Θαυβάστιος τῆς Φατρέως, [τ]ῶν ἀπὸ τῆς αὐτῆς πόλεως, ἐν ἀ-|γυιᾷ.
εἴη μέν μοι ὑγιαίνουσαν κυρί[α]ν ε[ἶν]αι τῶν ἐμαυτῆς, χρᾶσθαι καὶ διοι-|κεῖν
περὶ αὐτῶν καθ᾽
ὃν [ἐὰ]ν αἱρ[ῶμα]ι τρόπον. μετὰ δὲ τὴν ἐσομένην | μου τελευτὴν συνχωρῶ
ε[ἶ]ναι τοῦ υ[ἱ]οῦ μου Ἀρεώτου χρηματίζοντος | μητρὸς ἐμα̣υ̣τῆς τῆς
Σοήριος, ἐὰν ζῇ, εἰ δὲ μή, τῆς τούτου γενεᾶς, τὴν ὑπάρ-|χουσάν μοι ἐπὶ
τοῦ πρὸς Ὀξυρύγχων πόλει Σαραπείου ἐπ᾽
ἀμφόδου | πρότερον Ἱππέω[ν] παρεμβολῆς οἰκίαν καὶ αὐλὴν σὺν εἰσόδοις
| καὶ ἐξόδοις καὶ τοῖς συνκυροῦσι, ἐφ᾽
ᾧ ὁ σημαινό<μενο>ς ἀνὴρ Ἁτρῆς ἕξει | τὴν ἐνοίκησιν καὶ τὰ πε[ρ]ιεσόμενα
ἐνοίκια τῆς σημαινομένης | οἰκίας καὶ αὐλῆς ἐπὶ τὸν [τ]ῆς ζωῆς αὐτοῦ
χρόνον χωρὶς ἐνοικίου, | ὑπὸ μηδενὸς ἐκβαλλόμενος, ᾧ χορηγήσει ὁ αὐτὸς
υἱὸς Ἀρεώτης | κατ᾽
ἔτος ἀργυρίου δρ[α]χμὰς τεσσαράκοντα ὀκτὼ ἄχρι οὗ ἐκπληρω-|θ̣ῶσι ἀργυρίου
δραχμαὶ τριακόσιαι , οὖσαι ἑσταμέναι πρὸς ἀλλήλους | ὑπὲρ διαλύσεως
καὶ συμφωνίας π̣ε̣ρὶ̣ τῶν ὀφειλομένων ὑπ᾽
ἐμοῦ τῷ | αὐτῷ [ἀ]νδρὶ Ἀτρῇ κατὰ ἀσφάλειαν διὰ τραπέζης ἐνοικισμοῦ τῆς
| αὐτ[ῆ]ς οἰκίας καὶ αὐ[λ]ῆς ἀργυρίου δραχμῶν ἑξακοσίων . καὶ δώσει
| ὁ αὐ[τὸ]ς υἱὸς τῇ γεγονυίᾳ μοι ἐκ τοῦ ἀνδρὸς Ἀτρέως θυγατρὶ Τνεφερῶτι
| [μ]ετ[ὰ] τὴν τοῦ ἀνδρό[ς] μου τελευτὴν ἐν ἡμέραις τριάκοντα ἃς δια-|[τάσσ]ω̣
αὐτῇ ἀργ(υρίου) (δραχμὰς) τεσσαράκοντα · ἡ δ᾽
αὐτὴ ἐνοικήσει ἐν οἴκῳ ἑνὶ | [ἐπιπ]έδῳ ἐν τῷ πυλῶνι ἡνίκα ἐὰν ἀπαλλαγῇ
τοῦ ἀνδρὸς μέχρι οὗ | [ἐὰν καθά]π̣α̣ξ καταλλαγῇ, χωρὶς ἐνοικίου. καθ̣[όλ]ο̣υ̣
δὲ μὴ ἐξεῖναι μηδενὶ | [......] ἄ̣λ̣λου ἀπαίτη[σι]ν ποιήσεσθαι παρ[ὰ
τοῦ] υἱοῦ ἢ τῶν παρ᾽
αὐτοῦ | [μετὰ τ]ὴν τοῦ ἀν[δ]ρὸς τελευτὴν μηδὲν τ[ῶν] διὰ τῆς τοῦ ἐνοικισμοῦ
| [διὰ τρ]απέζης ἀσφαλείας κατ᾽
οὐδένα [τρόπο]ν, ἀλλὰ ἀπο[λ]ελύσθαι αὐ-|[τὸν τῆ]ς ἐκτίσεως τῶν δι[ὰ]
ταύτης̣ [.......]κιαι. ἄλλῳ δὲ οὐδενὶ | [ἁπλῶς τῶν ἐμῶν καταλείπω̣ [οὐδὲν
εὐδοκε]ῖ δὲ πᾶσι τοῖς προγε-|[γραμμέ]νοις ὁ σημαινόμεν[ός μου ἀνὴρ
Ἁτρῆ]ς τῶν ἀπὸ τῆς αὐτ[ῆ]ς | [πόλεω]ς̣ ἐν
ἀγυιᾷ τῇ αὐτῇ [ - ca. 14 - ]ν Ἀρτεμιδω[ρ .....]
| [......].σκ[...]δι[.]..[ - ca. 16 - τέσ]σαρες
πτ.[......] | [ - ca. 35 - ]τ̣α εξ[ - ca. 9 - ]
| [ - ca. 35 - ]υτου π̣[ - ca. 9 - ]
| [ - ca. 35 - ]να η α[ - ca. 9 - ]
| -- --
-- -- -- -- -- -- -- -- |
|